en
Old Testament
1 “If you will return, O Israel,” says the LORD, “Return to Me; And if you will put away your abominations out of My sight, Then you shall not be moved.
1 ΕΑΝ ἐπιστραφῇ Ἰσραήλ, λέγει Κύριος, πρός με ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ
2 And you shall swear, ‘The LORD lives,’ In truth, in judgment, and in righteousness; The nations shall bless themselves in Him, And in Him they shall glory.”
2 καὶ ὀμόσῃ· ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἱερουσαλήμ.
3 For thus says the LORD to the men of Judah and Jerusalem: “Break up your fallow ground, And do not sow among thorns.
3 ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις.
4 Circumcise yourselves to the LORD, And take away the foreskins of your hearts, You men of Judah and inhabitants of Jerusalem, Lest My fury come forth like fire, And burn so that no one can quench it, Because of the evil of your doings.”
4 περιτμήθητε τῷ Θεῷ ὑμῶν καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. ~
5 Declare in Judah and proclaim in Jerusalem, and say: “Blow the trumpet in the land; Cry, ‘Gather together,’ And say, ‘Assemble yourselves, And let us go into the fortified cities.’
5 Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἀκουσθήτω ἐν Ἱερουσαλήμ· εἴπατε· σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.
6 Set up the standard toward Zion. Take refuge! Do not delay! For I will bring disaster from the north, And great destruction.”
6 ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην.
7 The lion has come up from his thicket, And the destroyer of nations is on his way. He has gone forth from his place To make your land desolate. Your cities will be laid waste, Without inhabitant.
7 ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ αἱ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.
8 For this, clothe yourself with sackcloth, Lament and wail. For the fierce anger of the LORD Has not turned back from us.
8 ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφ' ὑμῶν.
9 “And it shall come to pass in that day,” says the LORD, “That the heart of the king shall perish, And the heart of the princes; The priests shall be astonished, And the prophets shall wonder.”
9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται.
10 Then I said, “Ah, Lord GOD! Surely You have greatly deceived this people and Jerusalem, Saying, ‘You shall have peace,’ Whereas the sword reaches to the heart.”
10 καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἱερουσαλὴμ λέγων· εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν.
11 At that time it will be said To this people and to Jerusalem, “A dry wind of the desolate heights blows in the wilderness Toward the daughter of My people— Not to fan or to cleanse—
11 ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλήμ· πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδ' εἰς ἅγιον.
12 A wind too strong for these will come for Me; Now I will also speak judgment against them.”
12 πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματά μου πρὸς αὐτούς.
13 “Behold, he shall come up like clouds, And his chariots like a whirlwind. His horses are swifter than eagles. Woe to us, for we are plundered!”
13 ἰδοὺ ὡς νεφέλη ἀναβήσεται καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.
14 O Jerusalem, wash your heart from wickedness, That you may be saved. How long shall your evil thoughts lodge within you?
14 ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;
15 For a voice declares from Dan And proclaims affliction from Mount Ephraim:
15 διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφραίμ.
16 “Make mention to the nations, Yes, proclaim against Jerusalem, That watchers come from a far country And raise their voice against the cities of Judah.
16 ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἱερουσαλήμ, συντροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν.
17 Like keepers of a field they are against her all around, Because she has been rebellious against Me,” says the LORD.
17 ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος.
18 “Your ways and your doings Have procured these things for you. This is your wickedness, Because it is bitter, Because it reaches to your heart.”
18 αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.
19 O my soul, my soul! I am pained in my very heart! My heart makes a noise in me; I cannot hold my peace, Because you have heard, O my soul, The sound of the trumpet, The alarm of war.
19 τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου.
20 Destruction upon destruction is cried, For the whole land is plundered. Suddenly my tents are plundered, And my curtains in a moment.
20 καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ· ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου.
21 How long will I see the standard, And hear the sound of the trumpet?
21 ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων;
22 “For My people are foolish, They have not known Me. They are silly children, And they have no understanding. They are wise to do evil, But to do good they have no knowledge.”
22 διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοί· σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
23 I beheld the earth, and indeed it was without form, and void; And the heavens, they had no light.
23 ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ·
24 I beheld the mountains, and indeed they trembled, And all the hills moved back and forth.
24 εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους·
25 I beheld, and indeed there was no man, And all the birds of the heavens had fled.
25 ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο·
26 I beheld, and indeed the fruitful land was a wilderness, And all its cities were broken down At the presence of the LORD, By His fierce anger.
26 εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν.
27 For thus says the LORD: “The whole land shall be desolate; Yet I will not make a full end.
27 τάδε λέγει Κύριος· ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω.
28 For this shall the earth mourn, And the heavens above be black, Because I have spoken. I have purposed and will not relent, Nor will I turn back from it.
28 ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτῆς.
29 The whole city shall flee from the noise of the horsemen and bowmen. They shall go into thickets and climb up on the rocks. Every city shall be forsaken, And not a man shall dwell in it.
29 ἀπὸ φωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησε πᾶσα ἡ χώρα· εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείφθη, οὐ κατοικεῖ ἐν αὐταῖς ἄνθρωπος.
30 “And when you are plundered, What will you do? Though you clothe yourself with crimson, Though you adorn yourself with ornaments of gold, Though you enlarge your eyes with paint, In vain you will make yourself fair; Your lovers will despise you; They will seek your life.
30 καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου; εἰ μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν.
31 “For I have heard a voice as of a woman in labor, The anguish as of her who brings forth her first child, The voice of the daughter of Zion bewailing herself; She spreads her hands, saying, ‘Woe is me now, for my soul is weary Because of murderers!’
31 ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα, τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης, φωνὴ θυγατρὸς Σιών· ἐκλυθήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς· οἴμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.
NKJV translation