en
Old Testament
1 “They say, ‘If a man divorces his wife, And she goes from him And becomes another man’s, May he return to her again?’ Would not that land be greatly polluted? But you have played the harlot with many lovers; Yet return to Me,” says the LORD.
1 ΕΑΝ ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ' αὐτοῦ καὶ γένηται ἀνδρί ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς· καὶ ἀνέκαμπτες πρός με; λέγει Κύριος.
2 “Lift up your eyes to the desolate heights and see: Where have you not lain with men? By the road you have sat for them Like an Arabian in the wilderness; And you have polluted the land With your harlotries and your wickedness.
2 ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν καὶ ἰδέ· πῶς οὐχὶ ἐξεφύρθης; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου.
3 Therefore the showers have been withheld, And there has been no latter rain. You have had a harlot’s forehead; You refuse to be ashamed.
3 καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.
4 Will you not from this time cry to Me, ‘My Father, You are the guide of my youth?
4 οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;
5 Will He remain angry forever? Will He keep it to the end?’ Behold, you have spoken and done evil things, As you were able.”
5 μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης.
6 The LORD said also to me in the days of Josiah the king: “Have you seen what backsliding Israel has done? She has gone up on every high mountain and under every green tree, and there played the harlot.
6 Καὶ εἶπε Κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως· εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.
7 And I said, after she had done all these things, ‘Return to Me.’ But she did not return. And her treacherous sister Judah saw it.
7 καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε· καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα.
8 Then I saw that for all the causes for which backsliding Israel had committed adultery, I had put her away and given her a certificate of divorce; yet her treacherous sister Judah did not fear, but went and played the harlot also.
8 καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήφθη, ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία Ἰσραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσε καὶ αὐτή.
9 So it came to pass, through her casual harlotry, that she defiled the land and committed adultery with stones and trees.
9 καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον.
10 And yet for all this her treacherous sister Judah has not turned to Me with her whole heart, but in pretense,” says the LORD.
10 καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ' ἐπὶ ψεύδει.
11 Then the LORD said to me, “Backsliding Israel has shown herself more righteous than treacherous Judah.
11 καὶ εἶπε Κύριος πρός με· ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα.
12 Go and proclaim these words toward the north, and say: ‘Return, backsliding Israel,’ says the LORD; ‘I will not cause My anger to fall on you. For I am merciful,’ says the LORD; ‘I will not remain angry forever.
12 πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς· ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.
13 Only acknowledge your iniquity, That you have transgressed against the LORD your God, And have scattered your charms To alien deities under every green tree, And you have not obeyed My voice,’ says the LORD.
13 πλήν, γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος.
14 “Return, O backsliding children,” says the LORD; “for I am married to you. I will take you, one from a city and two from a family, and I will bring you to Zion.
14 ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν
15 And I will give you shepherds according to My heart, who will feed you with knowledge and understanding.
15 καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπιστήμης.
16 “Then it shall come to pass, when you are multiplied and increased in the land in those days,” says the LORD, “that they will say no more, ‘The ark of the covenant of the LORD.’ It shall not come to mind, nor shall they remember it, nor shall they visit it, nor shall it be made anymore.
16 καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι· κιβωτὸς διαθήκης ἁγίου Ἰσραήλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι.
17 “At that time Jerusalem shall be called The Throne of the LORD, and all the nations shall be gathered to it, to the name of the LORD, to Jerusalem. No more shall they follow the dictates of their evil hearts.
17 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν Ἱερουσαλὴμ Θρόνον Κυρίου, καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.
18 “In those days the house of Judah shall walk with the house of Israel, and they shall come together out of the land of the north to the land that I have given as an inheritance to your fathers.
18 ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν.
19 “But I said: ‘How can I put you among the children And give you a pleasant land, A beautiful heritage of the hosts of nations?’ “And I said: ‘You shall call Me, “My Father,” And not turn away from Me.’
19 καὶ ἐγὼ εἶπα· γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτήν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν. καὶ εἶπα· πατέρα καλέσετέ με καὶ ἀπ' ἐμοῦ οὐκ ἀποστραφήσεσθε.
20 Surely, as a wife treacherously departs from her husband, So have you dealt treacherously with Me, O house of Israel,” says the LORD.
20 πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει Κύριος.
21 A voice was heard on the desolate heights, Weeping and supplications of the children of Israel. For they have perverted their way; They have forgotten the LORD their God.
21 φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραήλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν.
22 “Return, you backsliding children, And I will heal your backslidings.” “Indeed we do come to You, For You are the LORD our God.
22 ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.
23 Truly, in vain is salvation hoped for from the hills, And from the multitude of mountains; Truly, in the LORD our God Is the salvation of Israel.
23 ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ.
24 For shame has devoured The labor of our fathers from our youth— Their flocks and their herds, Their sons and their daughters.
24 ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.
25 We lie down in our shame, And our reproach covers us. For we have sinned against the LORD our God, We and our fathers, From our youth even to this day, And have not obeyed the voice of the LORD our God.”
25 ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν.
NKJV translation