en
Old Testament
1 The LORD showed me, and there were two baskets of figs set before the temple of the LORD, after Nebuchadnezzar king of Babylon had carried away captive Jeconiah the son of Jehoiakim, king of Judah, and the princes of Judah with the craftsmen and smiths, from Jerusalem, and had brought them to Babylon.
1 ΕΔΕΙΞΕ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ἱερουσαλὴμ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα·
2 One basket had very good figs, like the figs that are first ripe; and the other basket had very bad figs which could not be eaten, they were so bad.
2 ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα, ὡς τὰ σύκα τὰ πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
3 Then the LORD said to me, “What do you see, Jeremiah?” And I said, “Figs, the good figs, very good; and the bad, very bad, which cannot be eaten, they are so bad.”
3 καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, Ἱερεμία; καὶ εἶπα· σύκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
4 Again the word of the LORD came to me, saying,
4 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
5 “Thus says the LORD, the God of Israel: ‘Like these good figs, so will I acknowledge those who are carried away captive from Judah, whom I have sent out of this place for their own good, into the land of the Chaldeans.
5 τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ὡς τὰ σύκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ἰούδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά.
6 For I will set My eyes on them for good, and I will bring them back to this land; I will build them and not pull them down, and I will plant them and not pluck them up.
6 καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω.
7 Then I will give them a heart to know Me, that I am the LORD; and they shall be My people, and I will be their God, for they shall return to Me with their whole heart.
7 καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμέ, ὅτι ἐγώ εἰμι Κύριος, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ὅτι ἐπιστραφήσονται ἐπ' ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν.
8 ‘And as the bad figs which cannot be eaten, they are so bad’—surely thus says the LORD—‘so will I give up Zedekiah the king of Judah, his princes, the residue of Jerusalem who remain in this land, and those who dwell in the land of Egypt.
8 καὶ ὡς τὰ σύκα τὰ πονηρά, ἃ οὐ βρωθήσονται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει Κύριος, οὕτως παραδώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ἱερουσαλὴμ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ.
9 I will deliver them to trouble into all the kingdoms of the earth, for their harm, to be a reproach and a byword, a taunt and a curse, in all places where I shall drive them.
9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ.
10 And I will send the sword, the famine, and the pestilence among them, till they are consumed from the land that I gave to them and their fathers.’ ”
10 καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλείπωσιν ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.
NKJV translation