en
Old Testament
1 The word which came to Jeremiah from the LORD when King Zedekiah sent to him Pashhur the son of Melchiah, and Zephaniah the son of Maaseiah, the priest, saying,
1 Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκίας τὸν Πασχὼρ υἱὸν Μελχίου καὶ Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα λέγων·
2 “Please inquire of the LORD for us, for Nebuchadnezzar king of Babylon makes war against us. Perhaps the LORD will deal with us according to all His wonderful works, that the king may go away from us.”
2 ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ' ἡμᾶς, εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφ' ἡμῶν.
3 Then Jeremiah said to them, “Thus you shall say to Zedekiah,
3 καὶ εἶπε πρὸς αὐτοὺς Ἱερεμίας· οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα Ἰούδα·
4 ‘Thus says the LORD God of Israel: “Behold, I will turn back the weapons of war that are in your hands, with which you fight against the king of Babylon and the Chaldeans who besiege you outside the walls; and I will assemble them in the midst of this city.
4 τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ μεταστρέψω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης
5 I Myself will fight against you with an outstretched hand and with a strong arm, even in anger and fury and great wrath.
5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης
6 I will strike the inhabitants of this city, both man and beast; they shall die of a great pestilence.
6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καί τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται.
7 And afterward,” says the LORD, “I will deliver Zedekiah king of Judah, his servants and the people, and such as are left in this city from the pestilence and the sword and the famine, into the hand of Nebuchadnezzar king of Babylon, into the hand of their enemies, and into the hand of those who seek their life; and he shall strike them with the edge of the sword. He shall not spare them, or have pity or mercy.” ’
7 καὶ μετὰ ταῦτα ~οὕτως λέγει Κύριος~ δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ' αὐτοῖς καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.
8 “Now you shall say to this people, ‘Thus says the LORD: “Behold, I set before you the way of life and the way of death.
8 καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου·
9 He who remains in this city shall die by the sword, by famine, and by pestilence; but he who goes out and defects to the Chaldeans who besiege you, he shall live, and his life shall be as a prize to him.
9 ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται.
10 For I have set My face against this city for adversity and not for good,” says the LORD. “It shall be given into the hand of the king of Babylon, and he shall burn it with fire.” ’
10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτήν ἐν πυρί.
11 “And concerning the house of the king of Judah, say, ‘Hear the word of the LORD,
11 ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε λόγον Κυρίου·
12 O house of David! Thus says the LORD: “Execute judgment in the morning; And deliver him who is plundered Out of the hand of the oppressor, Lest My fury go forth like fire And burn so that no one can quench it, Because of the evil of your doings.
12 οἶκος Δαυίδ, τάδε λέγει Κύριος· κρίνατε πρωΐ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.
13 “Behold, I am against you, O inhabitant of the valley, And rock of the plain,” says the LORD, “Who say, ‘Who shall come down against us? Or who shall enter our dwellings?’
13 ἰδοὺ ἐγὼ πρός σε τὸν κατοικοῦντα τὴν κοιλάδα Σόρ, τὴν πεδεινήν, τοὺς λέγοντας· τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν;
14 But I will punish you according to the fruit of your doings,” says the LORD; “I will kindle a fire in its forest, And it shall devour all things around it.” ’ ”
14 καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.
NKJV translation