en
Old Testament
1 Now Pashhur the son of Immer, the priest who was also chief governor in the house of the LORD, heard that Jeremiah prophesied these things.
1 ΚΑΙ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς ~ καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου ~ τοῦ Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους.
2 Then Pashhur struck Jeremiah the prophet, and put him in the stocks that were in the high gate of Benjamin, which was by the house of the LORD.
2 καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.
3 And it happened on the next day that Pashhur brought Jeremiah out of the stocks. Then Jeremiah said to him, “The LORD has not called your name Pashhur, but Magor-Missabib.
3 καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ Ἱερεμίας· οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλ' ἢ Μέτοικον.
4 For thus says the LORD: ‘Behold, I will make you a terror to yourself and to all your friends; and they shall fall by the sword of their enemies, and your eyes shall see it. I will give all Judah into the hand of the king of Babylon, and he shall carry them captive to Babylon and slay them with the sword.
4 διότι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα Ἰούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις.
5 Moreover I will deliver all the wealth of this city, all its produce, and all its precious things; all the treasures of the kings of Judah I will give into the hand of their enemies, who will plunder them, seize them, and carry them to Babylon.
5 καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.
6 And you, Pashhur, and all who dwell in your house, shall go into captivity. You shall go to Babylon, and there you shall die, and be buried there, you and all your friends, to whom you have prophesied lies.’ ”
6 καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ καὶ ἐκεῖ ταφήσῃ, σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ.
7 O LORD, You induced me, and I was persuaded; You are stronger than I, and have prevailed. I am in derision daily; Everyone mocks me.
7 Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
8 For when I spoke, I cried out; I shouted, “Violence and plunder!” Because the word of the LORD was made to me A reproach and a derision daily.
8 ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου.
9 Then I said, “I will not make mention of Him, Nor speak anymore in His name.” But His word was in my heart like a burning fire Shut up in my bones; I was weary of holding it back, And I could not.
9 καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν.
10 For I heard many mocking: “Fear on every side!” “Report,” they say, “and we will report it!” All my acquaintances watched for my stumbling, saying, “Perhaps he can be induced; Then we will prevail against him, And we will take our revenge on him.”
10 ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν· ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.
11 But the LORD is with me as a mighty, awesome One. Therefore my persecutors will stumble, and will not prevail. They will be greatly ashamed, for they will not prosper. Their everlasting confusion will never be forgotten.
11 ὁ δὲ Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται.
12 But, O LORD of hosts, You who test the righteous, And see the mind and heart, Let me see Your vengeance on them; For I have pleaded my cause before You.
12 Κύριε, δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου. ~
13 Sing to the LORD! Praise the LORD! For He has delivered the life of the poor From the hand of evildoers.
13 ᾌσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων. ~
14 Cursed be the day in which I was born! Let the day not be blessed in which my mother bore me!
14 Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή.
15 Let the man be cursed Who brought news to my father, saying, “A male child has been born to you!” Making him very glad.
15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων· ἐτέχθη σοι ἄρσην, εὐφραινόμενος.
16 And let that man be like the cities Which the LORD overthrew, and did not relent; Let him hear the cry in the morning And the shouting at noon,
16 ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωΐ καὶ ἀλαλαγμοῦ μεσημβρίας,
17 Because he did not kill me from the womb, That my mother might have been my grave, And her womb always enlarged with me.
17 ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήψεως αἰωνίας.
18 Why did I come forth from the womb to see labor and sorrow, That my days should be consumed with shame?
18 ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;
NKJV translation