en
Old Testament
1 Thus says the LORD: “Go and get a potter’s earthen flask, and take some of the elders of the people and some of the elders of the priests.
1 ΤΟΤΕ εἶπε Κύριος πρός με· βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν ἱερέων,
2 And go out to the Valley of the Son of Hinnom, which is by the entry of the Potsherd Gate; and proclaim there the words that I will tell you,
2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ, καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σέ,
3 and say, ‘Hear the word of the LORD, O kings of Judah and inhabitants of Jerusalem. Thus says the LORD of hosts, the God of Israel: “Behold, I will bring such a catastrophe on this place, that whoever hears of it, his ears will tingle.
3 καὶ ἐρεῖς αὐτοῖς· ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς Ἰούδα καὶ ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει τὰ ὦτα αὐτοῦ,
4 “Because they have forsaken Me and made this an alien place, because they have burned incense in it to other gods whom neither they, their fathers, nor the kings of Judah have known, and have filled this place with the blood of the innocents
4 ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων
5 (they have also built the high places of Baal, to burn their sons with fire for burnt offerings to Baal, which I did not command or speak, nor did it come into My mind),
5 καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βάαλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί, ἃ οὐκ ἐνετειλάμην οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου.
6 therefore behold, the days are coming,” says the LORD, “that this place shall no more be called Tophet or the Valley of the Son of Hinnom, but the Valley of Slaughter.
6 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Ἐννόμ, ἀλλ' ἢ Πολυάνδριον τῆς σφαγῆς.
7 And I will make void the counsel of Judah and Jerusalem in this place, and I will cause them to fall by the sword before their enemies and by the hands of those who seek their lives; their corpses I will give as meat for the birds of the heaven and for the beasts of the earth.
7 καὶ σφάξω τὴν βουλὴν Ἰούδα καὶ τὴν βουλὴν Ἱερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶ τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.
8 I will make this city desolate and a hissing; everyone who passes by it will be astonished and hiss because of all its plagues.
8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ παραπορευόμενος ἐπ' αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς.
9 And I will cause them to eat the flesh of their sons and the flesh of their daughters, and everyone shall eat the flesh of his friend in the siege and in the desperation with which their enemies and those who seek their lives shall drive them to despair.” ’
9 καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
10 “Then you shall break the flask in the sight of the men who go with you,
10 καὶ συντρίψεις τὸν βῖκον κατ' ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετά σοῦ
11 and say to them, ‘Thus says the LORD of hosts: “Even so I will break this people and this city, as one breaks a potter’s vessel, which cannot be made whole again; and they shall bury them in Tophet till there is no place to bury.
11 καὶ ἐρεῖς· τάδε λέγει Κύριος· οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι.
12 Thus I will do to this place,” says the LORD, “and to its inhabitants, and make this city like Tophet.
12 οὕτως ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν.
13 And the houses of Jerusalem and the houses of the kings of Judah shall be defiled like the place of Tophet, because of all the houses on whose roofs they have burned incense to all the host of heaven, and poured out drink offerings to other gods.” ’ ”
13 καὶ οἶκοι Ἱερουσαλὴμ καὶ οἶκοι βασιλέων Ἰούδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις. ~
14 Then Jeremiah came from Tophet, where the LORD had sent him to prophesy; and he stood in the court of the Lord’s house and said to all the people,
14 Καὶ ἦλθεν Ἱερεμίας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν Κύριος ἐκεῖ τοῦ προφητεῦσαι, καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου Κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν·
15 “Thus says the LORD of hosts, the God of Israel: ‘Behold, I will bring on this city and on all her towns all the doom that I have pronounced against it, because they have stiffened their necks that they might not hear My words.’ ”
15 τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά, ἃ ἐλάλησα ἐπ' αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου.
NKJV translation