en
Old Testament
1 The word which came to Jeremiah from the LORD, saying:
1 Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν λέγων·
2 “Arise and go down to the potter’s house, and there I will cause you to hear My words.”
2 ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.
3 Then I went down to the potter’s house, and there he was, making something at the wheel.
3 καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων·
4 And the vessel that he made of clay was marred in the hand of the potter; so he made it again into another vessel, as it seemed good to the potter to make.
4 καὶ ἔπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.
5 Then the word of the LORD came to me, saying:
5 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
6 “O house of Israel, can I not do with you as this potter?” says the LORD. “Look, as the clay is in the potter’s hand, so are you in My hand, O house of Israel!
6 εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.
7 The instant I speak concerning a nation and concerning a kingdom, to pluck up, to pull down, and to destroy it,
7 πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν,
8 if that nation against whom I have spoken turns from its evil, I will relent of the disaster that I thought to bring upon it.
8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
9 And the instant I speak concerning a nation and concerning a kingdom, to build and to plant it,
9 καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,
10 if it does evil in My sight so that it does not obey My voice, then I will relent concerning the good with which I said I would benefit it.
10 καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
11 “Now therefore, speak to the men of Judah and to the inhabitants of Jerusalem, saying, ‘Thus says the LORD: “Behold, I am fashioning a disaster and devising a plan against you. Return now every one from his evil way, and make your ways and your doings good.” ’ ”
11 καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ· ἰδοὺ ἐγὼ πλάσσω ἐφ' ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ' ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν.
12 And they said, “That is hopeless! So we will walk according to our own plans, and we will every one obey the dictates of his evil heart.”
12 καὶ εἶπαν· ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστά τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.
13 Therefore thus says the LORD: “Ask now among the Gentiles, Who has heard such things? The virgin of Israel has done a very horrible thing.
13 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτά, ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;
14 Will a man leave the snow water of Lebanon, Which comes from the rock of the field? Will the cold flowing waters be forsaken for strange waters?
14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινῇ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;
15 “Because My people have forgotten Me, They have burned incense to worthless idols. And they have caused themselves to stumble in their ways, From the ancient paths, To walk in pathways and not on a highway,
15 ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν· καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
16 To make their land desolate and a perpetual hissing; Everyone who passes by it will be astonished And shake his head.
16 τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι' αὐτῆς ἐκστήσονται καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν.
17 I will scatter them as with an east wind before the enemy; I will show them the back and not the face In the day of their calamity.”
17 ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
18 Then they said, “Come and let us devise plans against Jeremiah; for the law shall not perish from the priest, nor counsel from the wise, nor the word from the prophet. Come and let us attack him with the tongue, and let us not give heed to any of his words.”
18 Καὶ εἶπαν· δεῦτε καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ.
19 Give heed to me, O LORD, And listen to the voice of those who contend with me!
19 εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου.
20 Shall evil be repaid for good? For they have dug a pit for my life. Remember that I stood before You To speak good for them, To turn away Your wrath from them.
20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ρήματα κακὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ' αὐτῶν.
21 Therefore deliver up their children to the famine, And pour out their blood By the force of the sword; Let their wives become widows And bereaved of their children. Let their men be put to death, Their young men be slain By the sword in battle.
21 διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.
22 Let a cry be heard from their houses, When You bring a troop suddenly upon them; For they have dug a pit to take me, And hidden snares for my feet.
22 γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ' αὐτοὺς ληστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπ' ἐμέ.
23 Yet, LORD, You know all their counsel Which is against me, to slay me. Provide no atonement for their iniquity, Nor blot out their sin from Your sight; But let them be overthrown before You. Deal thus with them In the time of Your anger.
23 καὶ σύ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ' ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.
NKJV translation