en
Old Testament
1 Then the LORD said to me, “Even if Moses and Samuel stood before Me, My mind would not be favorable toward this people. Cast them out of My sight, and let them go forth.
1 ΚΑΙ εἶπε Κύριος πρός με· ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν.
2 And it shall be, if they say to you, ‘Where should we go?’ then you shall tell them, ‘Thus says the LORD: “Such as are for death, to death; And such as are for the sword, to the sword; And such as are for the famine, to the famine; And such as are for the captivity, to the captivity.” ’
2 καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καί ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.
3 “And I will appoint over them four forms of destruction,” says the LORD: “the sword to slay, the dogs to drag, the birds of the heavens and the beasts of the earth to devour and destroy.
3 καὶ ἐκδικήσω ἐπ' αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν.
4 I will hand them over to trouble, to all kingdoms of the earth, because of Manasseh the son of Hezekiah, king of Judah, for what he did in Jerusalem.
4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασσῆ υἱὸν Ἐζεκίου βασιλέως Ἰούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν Ἱερουσαλήμ.
5 “For who will have pity on you, O Jerusalem? Or who will bemoan you? Or who will turn aside to ask how you are doing?
5 τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;
6 You have forsaken Me,” says the LORD, “You have gone backward. Therefore I will stretch out My hand against you and destroy you; I am weary of relenting!
6 σὺ ἀπεστράφης με, λέγει Κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.
7 And I will winnow them with a winnowing fan in the gates of the land; I will bereave them of children; I will destroy My people, Since they do not return from their ways.
7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν.
8 Their widows will be increased to Me more than the sand of the seas; I will bring against them, Against the mother of the young men, A plunderer at noonday; I will cause anguish and terror to fall on them suddenly.
8 ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν.
9 “She languishes who has borne seven; She has breathed her last; Her sun has gone down While it was yet day; She has been ashamed and confounded. And the remnant of them I will deliver to the sword Before their enemies,” says the LORD.
9 ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκισεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν.
10 Woe is me, my mother, That you have borne me, A man of strife and a man of contention to the whole earth! I have neither lent for interest, Nor have men lent to me for interest. Every one of them curses me.
10 Οἴμοι ἐγὼ μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.
11 The LORD said: “Surely it will be well with your remnant; Surely I will cause the enemy to intercede with you In the time of adversity and in the time of affliction.
11 γένοιτο, δέσποτα, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν.
12 Can anyone break iron, The northern iron and the bronze?
12 εἰ γνωσθήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου.
13 Your wealth and your treasures I will give as plunder without price, Because of all your sins, Throughout your territories.
13 καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου.
14 And I will make you cross over with your enemies Into a land which you do not know; For a fire is kindled in My anger, Which shall burn upon you.”
14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ' ὑμᾶς καυθήσεται.
15 O LORD, You know; Remember me and visit me, And take vengeance for me on my persecutors. In Your enduring patience, do not take me away. Know that for Your sake I have suffered rebuke.
15 Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν
16 Your words were found, and I ate them, And Your word was to me the joy and rejoicing of my heart; For I am called by Your name, O LORD God of hosts.
16 ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί, Κύριε παντοκράτωρ.
17 I did not sit in the assembly of the mockers, Nor did I rejoice; I sat alone because of Your hand, For You have filled me with indignation.
17 οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.
18 Why is my pain perpetual And my wound incurable, Which refuses to be healed? Will You surely be to me like an unreliable stream, As waters that fail?
18 ἵνα τί οἱ λυποῦντές με κατισχύουσί μου; ἡ πληγή μου στερεά, πόθεν ἰαθήσομαι; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν.
19 Therefore thus says the LORD: “If you return, Then I will bring you back; You shall stand before Me; If you take out the precious from the vile, You shall be as My mouth. Let them return to you, But you must not return to them.
19 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρός αὐτούς.
20 And I will make you to this people a fortified bronze wall; And they will fight against you, But they shall not prevail against you; For I am with you to save you And deliver you,” says the LORD.
20 καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσι πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε
21 “I will deliver you from the hand of the wicked, And I will redeem you from the grip of the terrible.”
21 καὶ τοῦ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.
NKJV translation