en
Old Testament
1 Nevertheless the gloom will not be upon her who is distressed, As when at first He lightly esteemed The land of Zebulun and the land of Naphtali, And afterward more heavily oppressed her, By the way of the sea, beyond the Jordan, In Galilee of the Gentiles.
1 ΤΟΥΤΟ πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλὶμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας.
2 The people who walked in darkness Have seen a great light; Those who dwelt in the land of the shadow of death, Upon them a light has shined.
2 ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾿ ὑμᾶς.
3 You have multiplied the nation And increased its joy; They rejoice before You According to the joy of harvest, As men rejoice when they divide the spoil.
3 τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.
4 For You have broken the yoke of his burden And the staff of his shoulder, The rod of his oppressor, As in the day of Midian.
4 διότι ἀφῃ£ρηται ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος καὶ ἡ ράβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ράβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.
5 For every warrior’s sandal from the noisy battle, And garments rolled in blood, Will be used for burning and fuel of fire.
5 ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι.
6 For unto us a Child is born, Unto us a Son is given; And the government will be upon His shoulder. And His name will be called Wonderful, Counselor, Mighty God, Everlasting Father, Prince of Peace.
6 ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελός, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ.
7 Of the increase of His government and peace There will be no end, Upon the throne of David and over His kingdom, To order it and establish it with judgment and justice From that time forward, even forever. The zeal of the LORD of hosts will perform this.
7 μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
8 The Lord sent a word against Jacob, And it has fallen on Israel.
8 Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ,
9 All the people will know— Ephraim and the inhabitant of Samaria— Who say in pride and arrogance of heart:
9 καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ᾿ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες·
10 “The bricks have fallen down, But we will rebuild with hewn stones; The sycamores are cut down, But we will replace them with cedars.”
10 πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἱκοδομήσωμεν ἑαυτοῖς πύργον.
11 Therefore the LORD shall set up The adversaries of Rezin against him, And spur his enemies on,
11 καὶ ράξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ᾿ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει,
12 The Syrians before and the Philistines behind; And they shall devour Israel with an open mouth. For all this His anger is not turned away, But His hand is stretched out still.
12 Συρίαν ἀφ᾿ ἡλίου ἀνατολῶν καὶ τοὺς ¨Ελληνας ἀφ᾿ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.
13 For the people do not turn to Him who strikes them, Nor do they seek the LORD of hosts.
13 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν.
14 Therefore the LORD will cut off head and tail from Israel, Palm branch and bulrush in one day.
14 καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας (αὕτη ἡ ἀρχὴ) καὶ προφήτην διδάσκοντα ἄνομα (οὗτος ἡ οὐρά).
15 The elder and honorable, he is the head; The prophet who teaches lies, he is the tail.
15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς.
16 For the leaders of this people cause them to err, And those who are led by them are destroyed.
16 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.
17 Therefore the Lord will have no joy in their young men, Nor have mercy on their fatherless and widows; For everyone is a hypocrite and an evildoer, And every mouth speaks folly. For all this His anger is not turned away, But His hand is stretched out still.
17 καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωσις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα.
18 For wickedness burns as the fire; It shall devour the briers and thorns, And kindle in the thickets of the forest; They shall mount up like rising smoke.
18 διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός· ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει,
19 Through the wrath of the LORD of hosts The land is burned up, And the people shall be as fuel for the fire; No man shall spare his brother.
19 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ.
20 And he shall snatch on the right hand And be hungry; He shall devour on the left hand And not be satisfied; Every man shall eat the flesh of his own arm.
20 φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραὶμ καὶ Ἐφραὶμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χείρ ὑψηλή.
21 Manasseh shall devour Ephraim, and Ephraim Manasseh; Together they shall be against Judah. For all this His anger is not turned away, But His hand is stretched out still.
12345678
9
101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation