en
Old Testament
1 Thus says the LORD: “Heaven is My throne, And earth is My footstool. Where is the house that you will build Me? And where is the place of My rest?
1 ΟΥΤΩΣ λέγει Κύριος· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου;
2 For all those things My hand has made, And all those things exist,” Says the LORD. “But on this one will I look: On him who is poor and of a contrite spirit, And who trembles at My word.
2 πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου;
3 “He who kills a bull is as if he slays a man; He who sacrifices a lamb, as if he breaks a dog’s neck; He who offers a grain offering, as if he offers swine’s blood; He who burns incense, as if he blesses an idol. Just as they have chosen their own ways, And their soul delights in their abominations,
3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτένων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος· καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε,
4 So will I choose their delusions, And bring their fears on them; Because, when I called, no one answered, When I spoke they did not hear; But they did evil before My eyes, And chose that in which I do not delight.”
4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἠβουλόμην ἐξελέξαντο. ~
5 Hear the word of the LORD, You who tremble at His word: “Your brethren who hated you, Who cast you out for My name’s sake, said, ‘Let the LORD be glorified, That we may see your joy.’ But they shall be ashamed.”
5 Ἀκούσατε ρήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται.
6 The sound of noise from the city! A voice from the temple! The voice of the LORD, Who fully repays His enemies!
6 φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.
7 “Before she was in labor, she gave birth; Before her pain came, She delivered a male child.
7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν.
8 Who has heard such a thing? Who has seen such things? Shall the earth be made to give birth in one day? Or shall a nation be born at once? For as soon as Zion was in labor, She gave birth to her children.
8 τίς ἤκουσε τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; ἦ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς.
9 Shall I bring to the time of birth, and not cause delivery?” says the LORD. “Shall I who cause delivery shut up the womb?” says your God.
9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπε Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ Θεός σου.
10 “Rejoice with Jerusalem, And be glad with her, all you who love her; Rejoice for joy with her, all you who mourn for her;
10 εὐφράνθητι, Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτῇ,
11 That you may feed and be satisfied With the consolation of her bosom, That you may drink deeply and be delighted With the abundance of her glory.”
11 ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.
12 For thus says the LORD: “Behold, I will extend peace to her like a river, And the glory of the Gentiles like a flowing stream. Then you shall feed; On her sides shall you be carried, And be dandled on her knees.
12 ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.
13 As one whom his mother comforts, So I will comfort you; And you shall be comforted in Jerusalem.”
13 ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε.
14 When you see this, your heart shall rejoice, And your bones shall flourish like grass; The hand of the LORD shall be known to His servants, And His indignation to His enemies.
14 καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. ~
15 For behold, the LORD will come with fire And with His chariots, like a whirlwind, To render His anger with fury, And His rebuke with flames of fire.
15 Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός.
16 For by fire and by His sword The LORD will judge all flesh; And the slain of the LORD shall be many.
16 ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ρομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.
17 “Those who sanctify themselves and purify themselves, To go to the gardens After an idol in the midst, Eating swine’s flesh and the abomination and the mouse, Shall be consumed together,” says the LORD.
17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος,
18 “For I know their works and their thoughts. It shall be that I will gather all nations and tongues; and they shall come and see My glory.
18 κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου.
19 I will set a sign among them; and those among them who escape I will send to the nations: to Tarshish and Pul and Lud, who draw the bow, and Tubal and Javan, to the coastlands afar off who have not heard My fame nor seen My glory. And they shall declare My glory among the Gentiles.
19 καὶ καταλείψω ἐπ᾿ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ εἰς Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα οὐδὲ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι.
20 Then they shall bring all your brethren for an offering to the LORD out of all nations, on horses and in chariots and in litters, on mules and on camels, to My holy mountain Jerusalem,” says the LORD, “as the children of Israel bring an offering in a clean vessel into the house of the LORD.
20 καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθ᾿ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.
21 And I will also take some of them for priests and Levites,” says the LORD.
21 καὶ ἀπ᾿ αὐτῶν λήψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπε Κύριος.
22 “For as the new heavens and the new earth Which I will make shall remain before Me,” says the LORD, “So shall your descendants and your name remain.
22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.
23 And it shall come to pass That from one New Moon to another, And from one Sabbath to another, All flesh shall come to worship before Me,” says the LORD.
23 καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε Κύριος.
24 “And they shall go forth and look Upon the corpses of the men Who have transgressed against Me. For their worm does not die, And their fire is not quenched. They shall be an abhorrence to all flesh.”
24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950515253545556575859606162636465
66
NKJV translation