en
Old Testament
1 For Zion’s sake I will not hold My peace, And for Jerusalem’s sake I will not rest, Until her righteousness goes forth as brightness, And her salvation as a lamp that burns.
1 ΔΙΑ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.
2 The Gentiles shall see your righteousness, And all kings your glory. You shall be called by a new name, Which the mouth of the LORD will name.
2 καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό.
3 You shall also be a crown of glory In the hand of the LORD, And a royal diadem In the hand of your God.
3 καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.
4 You shall no longer be termed Forsaken, Nor shall your land any more be termed Desolate; But you shall be called Hephzibah, and your land Beulah; For the LORD delights in you, And your land shall be married.
4 καὶ οὐκέτι κληθήσῃ Καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σὺ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται.
5 For as a young man marries a virgin, So shall your sons marry you; And as the bridegroom rejoices over the bride, So shall your God rejoice over you.
5 καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
6 I have set watchmen on your walls, O Jerusalem; They shall never hold their peace day or night. You who make mention of the LORD, do not keep silent,
6 καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἵ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.
7 And give Him no rest till He establishes And till He makes Jerusalem a praise in the earth.
7 οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς.
8 The LORD has sworn by His right hand And by the arm of His strength: “Surely I will no longer give your grain As food for your enemies; And the sons of the foreigner shall not drink your new wine, For which you have labored.
8 ὤμοσε Κύριος κατὰ τῆς δεξιᾶς αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ· εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ ᾧ ἐμόχθησας·
9 But those who have gathered it shall eat it, And praise the LORD; Those who have brought it together shall drink it in My holy courts.”
9 ἀλλ᾿ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου.
10 Go through, Go through the gates! Prepare the way for the people; Build up, Build up the highway! Take out the stones, Lift up a banner for the peoples!
10 πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.
11 Indeed the LORD has proclaimed To the end of the world: “Say to the daughter of Zion, ‘Surely your salvation is coming; Behold, His reward is with Him, And His work before Him.’ ”
11 ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.
12 And they shall call them The Holy People, The Redeemed of the LORD; And you shall be called Sought Out, A City Not Forsaken.
12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061
62
63646566NKJV translation