en
Old Testament
1 In the year that King Uzziah died, I saw the Lord sitting on a throne, high and lifted up, and the train of His robe filled the temple.
1 ΚΑΙ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.
2 Above it stood seraphim; each one had six wings: with two he covered his face, with two he covered his feet, and with two he flew.
2 καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο.
3 And one cried to another and said: “Holy, holy, holy is the LORD of hosts; The whole earth is full of His glory!”
3 καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.
4 And the posts of the door were shaken by the voice of him who cried out, and the house was filled with smoke.
4 καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ.
5 So I said: “Woe is me, for I am undone! Because I am a man of unclean lips, And I dwell in the midst of a people of unclean lips; For my eyes have seen the King, The LORD of hosts.”
5 καὶ εἶπον· ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.
6 Then one of the seraphim flew to me, having in his hand a live coal which he had taken with the tongs from the altar.
6 καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου,
7 And he touched my mouth with it, and said: “Behold, this has touched your lips; Your iniquity is taken away, And your sin purged.”
7 καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.
8 Also I heard the voice of the Lord, saying: “Whom shall I send, And who will go for Us?” Then I said, “Here am I! Send me.”
8 καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα· ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με.
9 And He said, “Go, and tell this people: ‘Keep on hearing, but do not understand; Keep on seeing, but do not perceive.’
9 καὶ εἶπε· πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
10 “Make the heart of this people dull, And their ears heavy, And shut their eyes; Lest they see with their eyes, And hear with their ears, And understand with their heart, And return and be healed.”
10 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
11 Then I said, “Lord, how long?” And He answered: “Until the cities are laid waste and without inhabitant, The houses are without a man, The land is utterly desolate,
11 καὶ εἶπα· ἕως πότε Κύριε; καὶ εἶπεν· ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος.
12 The LORD has removed men far away, And the forsaken places are many in the midst of the land.
12 καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς·
13 But yet a tenth will be in it, And will return and be for consuming, As a terebinth tree or as an oak, Whose stump remains when it is cut down. So the holy seed shall be its stump.”
13 καὶ ἔτι ἐπ᾿ αὐτῆς ἔστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.
12345
6
789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation