en
Old Testament
1 “Cry aloud, spare not; Lift up your voice like a trumpet; Tell My people their transgression, And the house of Jacob their sins.
1 ΑΝΑΒΟΗΣΟΝ ἐν ἰσχύϊ καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.
2 Yet they seek Me daily, And delight to know My ways, As a nation that did righteousness, And did not forsake the ordinance of their God. They ask of Me the ordinances of justice; They take delight in approaching God.
2 ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι
3 ‘Why have we fasted,’ they say, ‘and You have not seen? Why have we afflicted our souls, and You take no notice?’ “In fact, in the day of your fast you find pleasure, And exploit all your laborers.
3 λέγοντες· τί ὅτι ἐνησταύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.
4 Indeed you fast for strife and debate, And to strike with the fist of wickedness. You will not fast as you do this day, To make your voice heard on high.
4 εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἱνατί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν;
5 Is it a fast that I have chosen, A day for a man to afflict his soul? Is it to bow down his head like a bulrush, And to spread out sackcloth and ashes? Would you call this a fast, And an acceptable day to the LORD?
5 οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτω καλέσετε νηστείαν δεκτήν.
6 “Is this not the fast that I have chosen: To loose the bonds of wickedness, To undo the heavy burdens, To let the oppressed go free, And that you break every yoke?
6 οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα·
7 Is it not to share your bread with the hungry, And that you bring to your house the poor who are cast out; When you see the naked, that you cover him, And not hide yourself from your own flesh?
7 διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.
8 Then your light shall break forth like the morning, Your healing shall spring forth speedily, And your righteousness shall go before you; The glory of the LORD shall be your rear guard.
8 τότε ραγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.
9 Then you shall call, and the LORD will answer; You shall cry, and He will say, ‘Here I am.’ “If you take away the yoke from your midst, The pointing of the finger, and speaking wickedness,
9 τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ρῆμα γογγυσμοῦ
10 If you extend your soul to the hungry And satisfy the afflicted soul, Then your light shall dawn in the darkness, And your darkness shall be as the noonday.
10 καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία.
11 The LORD will guide you continually, And satisfy your soul in drought, And strengthen your bones; You shall be like a watered garden, And like a spring of water, whose waters do not fail.
11 καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεῶν.
12 Those from among you Shall build the old waste places; You shall raise up the foundations of many generations; And you shall be called the Repairer of the Breach, The Restorer of Streets to Dwell In.
12 καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους τοὺς ἀναμέσον παύσεις.
13 “If you turn away your foot from the Sabbath, From doing your pleasure on My holy day, And call the Sabbath a delight, The holy day of the LORD honorable, And shall honor Him, not doing your own ways, Nor finding your own pleasure, Nor speaking your own words,
13 ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ Θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾿ ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,
14 Then you shall delight yourself in the LORD; And I will cause you to ride on the high hills of the earth, And feed you with the heritage of Jacob your father. The mouth of the LORD has spoken.”
14 καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657
58
5960616263646566NKJV translation