en
Old Testament
1 The righteous perishes, And no man takes it to heart; Merciful men are taken away, While no one considers That the righteous is taken away from evil.
1 ΙΔΕΤΕ ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·
2 He shall enter into peace; They shall rest in their beds, Each one walking in his uprightness.
2 ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ τοῦ μέσου
3 “But come here, You sons of the sorceress, You offspring of the adulterer and the harlot!
3 ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·
4 Whom do you ridicule? Against whom do you make a wide mouth And stick out the tongue? Are you not children of transgression, Offspring of falsehood,
4 ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; σπέρμα ἄνομον;
5 Inflaming yourselves with gods under every green tree, Slaying the children in the valleys, Under the clefts of the rocks?
5 οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν.
6 Among the smooth stones of the stream Is your portion; They, they, are your lot! Even to them you have poured a drink offering, You have offered a grain offering. Should I receive comfort in these?
6 ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;
7 “On a lofty and high mountain You have set your bed; Even there you went up To offer sacrifice.
7 ἐπ᾿ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου.
8 Also behind the doors and their posts You have set up your remembrance; For you have uncovered yourself to those other than Me, And have gone up to them; You have enlarged your bed And made a covenant with them; You have loved their bed, Where you saw their nudity.
8 καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ᾿ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ
9 You went to the king with ointment, And increased your perfumes; You sent your messengers far off, And even descended to Sheol.
9 καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾿ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου.
10 You are wearied in the length of your way; Yet you did not say, ‘There is no hope.’ You have found the life of your hand; Therefore you were not grieved.
10 ταῖς πολιοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας· παύσομαι ἐνισχύουσα, ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.
11 “And of whom have you been afraid, or feared, That you have lied And not remembered Me, Nor taken it to your heart? Is it not because I have held My peace from of old That you do not fear Me?
11 τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης.
12 I will declare your righteousness And your works, For they will not profit you.
12 καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε.
13 When you cry out, Let your collection of idols deliver you. But the wind will carry them all away, A breath will take them. But he who puts his trust in Me shall possess the land, And shall inherit My holy mountain.”
13 ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου.
14 And one shall say, “Heap it up! Heap it up! Prepare the way, Take the stumbling block out of the way of My people.”
14 καὶ ἐροῦσι· καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. ~
15 For thus says the High and Lofty One Who inhabits eternity, whose name is Holy: “I dwell in the high and holy place, With him who has a contrite and humble spirit, To revive the spirit of the humble, And to revive the heart of the contrite ones.
15 Τάδε λέγει Κύριος ὁ Ὓψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος Ὓψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν·
16 For I will not contend forever, Nor will I always be angry; For the spirit would fail before Me, And the souls which I have made.
16 οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.
17 For the iniquity of his covetousness I was angry and struck him; I hid and was angry, And he went on backsliding in the way of his heart.
17 δι᾿ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ.
18 I have seen his ways, and will heal him; I will also lead him, And restore comforts to him And to his mourners.
18 τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν,
19 “I create the fruit of the lips: Peace, peace to him who is far off and to him who is near,” Says the LORD, “And I will heal him.”
19 εἰρήνην ἐπ᾿ εἰρήνῃ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. καὶ εἶπε Κύριος· ἰάσομαι αὐτούς,
20 But the wicked are like the troubled sea, When it cannot rest, Whose waters cast up mire and dirt.
20 οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.
21 “There is no peace,” Says my God, “for the wicked.”
21 οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε Κύριος ὁ Θεός.
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950515253545556
57
585960616263646566NKJV translation