en
Old Testament
1 Thus says the LORD: “Keep justice, and do righteousness, For My salvation is about to come, And My righteousness to be revealed.
1 ΤΑΔΕ λέγει Κύριος· φυλάσσεσθε κρίσιν καὶ ποιήσατε δικαιοσύνην· ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.
2 Blessed is the man who does this, And the son of man who lays hold on it; Who keeps from defiling the Sabbath, And keeps his hand from doing any evil.”
2 μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.
3 Do not let the son of the foreigner Who has joined himself to the LORD Speak, saying, “The LORD has utterly separated me from His people”; Nor let the eunuch say, “Here I am, a dry tree.”
3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον· ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ξύλον ἐγώ εἰμι ξηρόν.
4 For thus says the LORD: “To the eunuchs who keep My Sabbaths, And choose what pleases Me, And hold fast My covenant,
4 τάδε λέγει Κύριος τοῖς εὐνούχοις· ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,
5 Even to them I will give in My house And within My walls a place and a name Better than that of sons and daughters; I will give them an everlasting name That shall not be cut off.
5 δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.
6 “Also the sons of the foreigner Who join themselves to the LORD, to serve Him, And to love the name of the LORD, to be His servants— Everyone who keeps from defiling the Sabbath, And holds fast My covenant—
6 καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,
7 Even them I will bring to My holy mountain, And make them joyful in My house of prayer. Their burnt offerings and their sacrifices Will be accepted on My altar; For My house shall be called a house of prayer for all nations.”
7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν,
8 The Lord GOD, who gathers the outcasts of Israel, says, “Yet I will gather to him Others besides those who are gathered to him.”
8 εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπ᾿ αὐτὸν συναγωγήν. ~
9 All you beasts of the field, come to devour, All you beasts in the forest.
9 Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.
10 His watchmen are blind, They are all ignorant; They are all dumb dogs, They cannot bark; Sleeping, lying down, loving to slumber.
10 ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν φρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.
11 Yes, they are greedy dogs Which never have enough. And they are shepherds Who cannot understand; They all look to their own way, Every one for his own gain, From his own territory.
11 καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.
12 “Come,” one says, “I will bring wine, And we will fill ourselves with intoxicating drink; Tomorrow will be as today, And much more abundant.”
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455
56
57585960616263646566NKJV translation