en
Old Testament
1 Awake, awake! Put on your strength, O Zion; Put on your beautiful garments, O Jerusalem, the holy city! For the uncircumcised and the unclean Shall no longer come to you.
1 ΕΞΕΓΕΙΡΟΥ ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.
2 Shake yourself from the dust, arise; Sit down, O Jerusalem! Loose yourself from the bonds of your neck, O captive daughter of Zion!
2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἱερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών.
3 For thus says the LORD: “You have sold yourselves for nothing, And you shall be redeemed without money.”
3 ὅτι τάδε λέγει Κύριος· δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.
4 For thus says the Lord GOD: “My people went down at first Into Egypt to dwell there; Then the Assyrian oppressed them without cause.
4 οὕτως λέγει Κύριος· εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν·
5 Now therefore, what have I here,” says the LORD, “That My people are taken away for nothing? Those who rule over them Make them wail,” says the LORD, “And My name is blasphemed continually every day.
5 καὶ νῦν τί ἐστε ὦδε; τάδε λέγει Κύριος· ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος· δι᾿ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.
6 Therefore My people shall know My name; Therefore they shall know in that day That I am He who speaks: ‘Behold, it is I.’ ”
6 διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι
7 How beautiful upon the mountains Are the feet of him who brings good news, Who proclaims peace, Who brings glad tidings of good things, Who proclaims salvation, Who says to Zion, “Your God reigns!”
7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών· βασιλεύσει σου ὁ Θεός.
8 Your watchmen shall lift up their voices, With their voices they shall sing together; For they shall see eye to eye When the LORD brings back Zion.
8 ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών.
9 Break forth into joy, sing together, You waste places of Jerusalem! For the LORD has comforted His people, He has redeemed Jerusalem.
9 ρηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησε Κύριος αὐτὴν καὶ ἐρρύσατο Ἱερουσαλήμ.
10 The LORD has made bare His holy arm In the eyes of all the nations; And all the ends of the earth shall see The salvation of our God.
10 καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν.
11 Depart! Depart! Go out from there, Touch no unclean thing; Go out from the midst of her, Be clean, You who bear the vessels of the LORD.
11 ἀπόστητε, ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου·
12 For you shall not go out with haste, Nor go by flight; For the LORD will go before you, And the God of Israel will be your rear guard.
12 ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε, προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς Θεὸς Ἰσραήλ.
13 Behold, My Servant shall deal prudently; He shall be exalted and extolled and be very high.
13 Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα.
14 Just as many were astonished at you, So His visage was marred more than any man, And His form more than the sons of men;
14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ ~ οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων ~
15 So shall He sprinkle many nations. Kings shall shut their mouths at Him; For what had not been told them they shall see, And what they had not heard they shall consider.
15 οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ᾿ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι.
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051
52
5354555657585960616263646566NKJV translation