en
Old Testament
1 “Listen, O coastlands, to Me, And take heed, you peoples from afar! The LORD has called Me from the womb; From the matrix of My mother He has made mention of My name.
1 ΑΚΟΥΣΑΤΕ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου
2 And He has made My mouth like a sharp sword; In the shadow of His hand He has hidden Me, And made Me a polished shaft; In His quiver He has hidden Me.”
2 καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με.
3 “And He said to me, ‘You are My servant, O Israel, In whom I will be glorified.’
3 καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.
4 Then I said, ‘I have labored in vain, I have spent my strength for nothing and in vain; Yet surely my just reward is with the LORD, And my work with my God.’ ”
4 καὶ ἐγὼ εἶπα· κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.
5 “And now the LORD says, Who formed Me from the womb to be His Servant, To bring Jacob back to Him, So that Israel is gathered to Him (For I shall be glorious in the eyes of the LORD, And My God shall be My strength),
5 καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραὴλ ~ συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχὺς ~
6 Indeed He says, ‘It is too small a thing that You should be My Servant To raise up the tribes of Jacob, And to restore the preserved ones of Israel; I will also give You as a light to the Gentiles, That You should be My salvation to the ends of the earth.’ ”
6 καὶ εἶπέ μοι· μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. ~
7 Thus says the LORD, The Redeemer of Israel, their Holy One, To Him whom man despises, To Him whom the nation abhors, To the Servant of rulers: “Kings shall see and arise, Princes also shall worship, Because of the LORD who is faithful, The Holy One of Israel; And He has chosen You.”
7 Οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ, καὶ ἐξελεξάμην σε.
8 Thus says the LORD: “In an acceptable time I have heard You, And in the day of salvation I have helped You; I will preserve You and give You As a covenant to the people, To restore the earth, To cause them to inherit the desolate heritages;
8 οὕτως λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους,
9 That You may say to the prisoners, ‘Go forth,’ To those who are in darkness, ‘Show yourselves.’ “They shall feed along the roads, And their pastures shall be on all desolate heights.
9 λέγοντα τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλυφθῆναι. ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·
10 They shall neither hunger nor thirst, Neither heat nor sun shall strike them; For He who has mercy on them will lead them, Even by the springs of water He will guide them.
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾿ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
11 I will make each of My mountains a road, And My highways shall be elevated.
11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
12 Surely these shall come from afar; Look! Those from the north and the west, And these from the land of Sinim.”
12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
13 Sing, O heavens! Be joyful, O earth! And break out in singing, O mountains! For the LORD has comforted His people, And will have mercy on His afflicted.
13 εὐφραίνεσθαι, οὐρανοί, καὶ ἀγαλλιάσθω, ἡ γῆ, ρηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. ~
14 But Zion said, “The LORD has forsaken me, And my Lord has forgotten me.”
14 Εἶπε δὲ Σιών· ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου.
15 “Can a woman forget her nursing child, And not have compassion on the son of her womb? Surely they may forget, Yet I will not forget you.
15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος.
16 See, I have inscribed you on the palms of My hands; Your walls are continually before Me.
16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός·
17 Your sons shall make haste; Your destroyers and those who laid you waste Shall go away from you.
17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ᾿ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ.
18 Lift up your eyes, look around and see; All these gather together and come to you. As I live,” says the LORD, “You shall surely clothe yourselves with them all as an ornament, And bind them on you as a bride does.
18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρός σε· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.
19 “For your waste and desolate places, And the land of your destruction, Will even now be too small for the inhabitants; And those who swallowed you up will be far away.
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
20 The children you will have, After you have lost the others, Will say again in your ears, ‘The place is too small for me; Give me a place where I may dwell.’
20 ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω.
21 Then you will say in your heart, ‘Who has begotten these for me, Since I have lost my children and am desolate, A captive, and wandering to and fro? And who has brought these up? There I was, left alone; But these, where were they?’ ”
21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
22 Thus says the Lord GOD: “Behold, I will lift My hand in an oath to the nations, And set up My standard for the peoples; They shall bring your sons in their arms, And your daughters shall be carried on their shoulders;
22 Οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾿ ὤμων ἀροῦσι,
23 Kings shall be your foster fathers, And their queens your nursing mothers; They shall bow down to you with their faces to the earth, And lick up the dust of your feet. Then you will know that I am the LORD, For they shall not be ashamed who wait for Me.”
23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.
24 Shall the prey be taken from the mighty, Or the captives of the righteous be delivered?
24 μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;
25 But thus says the LORD: “Even the captives of the mighty shall be taken away, And the prey of the terrible be delivered; For I will contend with him who contends with you, And I will save your children.
25 οὕτως λέγει Κύριος· ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ρύσομαι·
26 I will feed those who oppress you with their own flesh, And they shall be drunk with their own blood as with sweet wine. All flesh shall know That I, the LORD, am your Savior, And your Redeemer, the Mighty One of Jacob.”
26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σάρξ ὅτι ἐγὼ Κύριος ὁ ρυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748
49
5051525354555657585960616263646566NKJV translation