en
Old Testament
1 “Come down and sit in the dust, O virgin daughter of Babylon; Sit on the ground without a throne, O daughter of the Chaldeans! For you shall no more be called Tender and delicate.
1 ΚΑΤΑΒΗΘΙ, κάθισον ἐπὶ τὴν γῆν, παρθένος, θυγάτηρ Βαβυλῶνος, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.
2 Take the millstones and grind meal. Remove your veil, Take off the skirt, Uncover the thigh, Pass through the rivers.
2 λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς·
3 Your nakedness shall be uncovered, Yes, your shame will be seen; I will take vengeance, And I will not arbitrate with a man.”
3 ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις.
4 As for our Redeemer, the LORD of hosts is His name, The Holy One of Israel.
4 εἶπεν ὁ ρυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ·
5 “Sit in silence, and go into darkness, O daughter of the Chaldeans; For you shall no longer be called The Lady of Kingdoms.
5 κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.
6 I was angry with My people; I have profaned My inheritance, And given them into your hand. You showed them no mercy; On the elderly you laid your yoke very heavily.
6 παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα.
7 And you said, ‘I shall be a lady forever,’ So that you did not take these things to heart, Nor remember the latter end of them.
7 καὶ εἶπας· εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα.
8 “Therefore hear this now, you who are given to pleasures, Who dwell securely, Who say in your heart, ‘I am, and there is no one else besides me; I shall not sit as a widow, Nor shall I know the loss of children’;
8 νῦν δὲ ἄκουε ταῦτα, ἡ τρυφερά, ἡ καθημένη πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανίαν.
9 But these two things shall come to you In a moment, in one day: The loss of children, and widowhood. They shall come upon you in their fullness Because of the multitude of your sorceries, For the great abundance of your enchantments.
9 νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐξαίφνης ἐν ἡμέρᾳ μιᾶ· ἀτεκνία καὶ χηρεία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα,
10 “For you have trusted in your wickedness; You have said, ‘No one sees me’; Your wisdom and your knowledge have warped you; And you have said in your heart, ‘I am, and there is no one else besides me.’
10 τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἶπας· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶθι, ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.
11 Therefore evil shall come upon you; You shall not know from where it arises. And trouble shall fall upon you; You will not be able to put it off. And desolation shall come upon you suddenly, Which you shall not know.
11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξ ἀπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς.
12 “Stand now with your enchantments And the multitude of your sorceries, In which you have labored from your youth— Perhaps you will be able to profit, Perhaps you will prevail.
12 στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι.
13 You are wearied in the multitude of your counsels; Let now the astrologers, the stargazers, And the monthly prognosticators Stand up and save you From what shall come upon you.
13 κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.
14 Behold, they shall be as stubble, The fire shall burn them; They shall not deliver themselves From the power of the flame; It shall not be a coal to be warmed by, Nor a fire to sit before!
14 ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαυθήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ᾿ αὐτούς.
15 Thus shall they be to you With whom you have labored, Your merchants from your youth; They shall wander each one to his quarter. No one shall save you.
15 οὗτοι ἔσονταί σοι βοήθεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθ᾿ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546
47
48495051525354555657585960616263646566NKJV translation