en
Old Testament
1 “Yet hear now, O Jacob My servant, And Israel whom I have chosen.
1 ΝΥΝ δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην·
2 Thus says the LORD who made you And formed you from the womb, who will help you: ‘Fear not, O Jacob My servant; And you, Jeshurun, whom I have chosen.
2 οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας· ἔτι βοηθηθήσῃ, μὴ φοβοῦ, παῖς μου Ἰακὼβ καὶ ἠγαπημένος Ἰσραήλ, ὃν ἐξελεξάμην.
3 For I will pour water on him who is thirsty, And floods on the dry ground; I will pour My Spirit on your descendants, And My blessing on your offspring;
3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου,
4 They will spring up among the grass Like willows by the watercourses.’
4 καὶ ἀνατελοῦσιν ὡς ἀναμέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.
5 One will say, ‘I am the LORD’s’; Another will call himself by the name of Jacob; Another will write with his hand, ‘The LORD’s,’ And name himself by the name of Israel.
5 οὕτος ἐρεῖ· τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ· τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. ~
6 “Thus says the LORD, the King of Israel, And his Redeemer, the LORD of hosts: ‘I am the First and I am the Last; Besides Me there is no God.
6 Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ὁ ρυσάμενος αὐτὸν Θεὸς σαβαώθ· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός.
7 And who can proclaim as I do? Then let him declare it and set it in order for Me, Since I appointed the ancient people. And the things that are coming and shall come, Let them show these to them.
7 τίς ὥσπερ ἐγώ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ᾿ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.
8 Do not fear, nor be afraid; Have I not told you from that time, and declared it? You are My witnesses. Is there a God besides Me? Indeed there is no other Rock; I know not one.’ ”
8 μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπ᾿ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔτσι Θεὸς πλὴν ἐμοῦ·
9 Those who make an image, all of them are useless, And their precious things shall not profit; They are their own witnesses; They neither see nor know, that they may be ashamed.
9 καὶ οὐκ ἦσαν τότε οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται
10 Who would form a god or mold an image That profits him nothing?
10 πάντες οἱ πλάσσοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ,
11 Surely all his companions would be ashamed; And the workmen, they are mere men. Let them all be gathered together, Let them stand up; Yet they shall fear, They shall be ashamed together.
11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στησάτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.
12 The blacksmith with the tongs works one in the coals, Fashions it with hammers, And works it with the strength of his arms. Even so, he is hungry, and his strength fails; He drinks no water and is faint.
12 ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔστησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ.
13 The craftsman stretches out his rule, He marks one out with chalk; He fashions it with a plane, He marks it out with the compass, And makes it like the figure of a man, According to the beauty of a man, that it may remain in the house.
13 ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτὸ καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ.
14 He cuts down cedars for himself, And takes the cypress and the oak; He secures it for himself among the trees of the forest. He plants a pine, and the rain nourishes it.
14 ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος καὶ ὑετὸς ἐμήκυνεν,
15 Then it shall be for a man to burn, For he will take some of it and warm himself; Yes, he kindles it and bakes bread; Indeed he makes a god and worships it; He makes it a carved image, and falls down to it.
15 ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ᾿ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν, τὸ δὲ λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτοῖς.
16 He burns half of it in the fire; With this half he eats meat; He roasts a roast, and is satisfied. He even warms himself and says, “Ah! I am warm, I have seen the fire.”
16 οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν· καὶ ἐπ᾿ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ.
17 And the rest of it he makes into a god, His carved image. He falls down before it and worships it, Prays to it and says, “Deliver me, for you are my god!”
17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· ἐξελοῦ με, ὅτι θεός μου εἰς σύ.
18 They do not know nor understand; For He has shut their eyes, so that they cannot see, And their hearts, so that they cannot understand.
18 οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.
19 And no one considers in his heart, Nor is there knowledge nor understanding to say, “I have burned half of it in the fire, Yes, I have also baked bread on its coals; I have roasted meat and eaten it; And shall I make the rest of it an abomination? Shall I fall down before a block of wood?”
19 καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέα ἔφαγε καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτῷ.
20 He feeds on ashes; A deceived heart has turned him aside; And he cannot deliver his soul, Nor say, “Is there not a lie in my right hand?”
20 γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου;
21 “Remember these, O Jacob, And Israel, for you are My servant; I have formed you, you are My servant; O Israel, you will not be forgotten by Me!
21 Μνήσθητι ταῦτα Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σὺ Ἰσραὴλ μὴ ἐπιλανθάνου μου.
22 I have blotted out, like a thick cloud, your transgressions, And like a cloud, your sins. Return to Me, for I have redeemed you.”
22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε.
23 Sing, O heavens, for the LORD has done it! Shout, you lower parts of the earth; Break forth into singing, you mountains, O forest, and every tree in it! For the LORD has redeemed Jacob, And glorified Himself in Israel.
23 εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ Θεός τὸν Ἰσραήλ· σαλπίσατε, τὰ θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται.
24 Thus says the LORD, your Redeemer, And He who formed you from the womb: “I am the LORD, who makes all things, Who stretches out the heavens all alone, Who spreads abroad the earth by Myself;
24 Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας· ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν.
25 Who frustrates the signs of the babblers, And drives diviners mad; Who turns wise men backward, And makes their knowledge foolishness;
25 τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων
26 Who confirms the word of His servant, And performs the counsel of His messengers; Who says to Jerusalem, ‘You shall be inhabited,’ To the cities of Judah, ‘You shall be built,’ And I will raise up her waste places;
26 καὶ ἱστῶν ρῆμα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων τῇ Ἱερουσαλήμ· κατοικηθήσῃ καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας· οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·
27 Who says to the deep, ‘Be dry! And I will dry up your rivers’;
27 ὁ λέγων τῇ ἀβύσσῳ· ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ·
28 Who says of Cyrus, ‘He is My shepherd, And he shall perform all My pleasure, Saying to Jerusalem, “You shall be built,” And to the temple, “Your foundation shall be laid.” ’
28 ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλήμ· οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.
12345678910111213141516171819202122232425262728293031323334353637383940414243
44
45464748495051525354555657585960616263646566NKJV translation