en
Old Testament
1 Woe to you who plunder, though you have not been plundered; And you who deal treacherously, though they have not dealt treacherously with you! When you cease plundering, You will be plundered; When you make an end of dealing treacherously, They will deal treacherously with you.
1 ΟΥΑΙ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐφ᾿ ἱματίου, οὕτως ἡττηθήσονται.
2 O LORD, be gracious to us; We have waited for You. Be their arm every morning, Our salvation also in the time of trouble.
2 Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.
3 At the noise of the tumult the people shall flee; When You lift Yourself up, the nations shall be scattered;
3 διὰ φωνὴν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου, καὶ διεσπάρησαν τὰ ἔθνη.
4 And Your plunder shall be gathered Like the gathering of the caterpillar; As the running to and fro of locusts, He shall run upon them.
4 νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγη ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.
5 The LORD is exalted, for He dwells on high; He has filled Zion with justice and righteousness.
5 ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης.
6 Wisdom and knowledge will be the stability of your times, And the strength of salvation; The fear of the LORD is His treasure.
6 ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.
7 Surely their valiant ones shall cry outside, The ambassadors of peace shall weep bitterly.
7 ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ᾿ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.
8 The highways lie waste, The traveling man ceases. He has broken the covenant, He has despised the cities, He regards no man.
8 ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους.
9 The earth mourns and languishes, Lebanon is shamed and shriveled; Sharon is like a wilderness, And Bashan and Carmel shake off their fruits.
9 ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος.
10 “Now I will rise,” says the LORD; “Now I will be exalted, Now I will lift Myself up.
10 νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι·
11 You shall conceive chaff, You shall bring forth stubble; Your breath, as fire, shall devour you.
11 νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς.
12 And the people shall be like the burnings of lime; Like thorns cut up they shall be burned in the fire.
12 καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.
13 Hear, you who are afar off, what I have done; And you who are near, acknowledge My might.”
13 ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.
14 The sinners in Zion are afraid; Fearfulness has seized the hypocrites: “Who among us shall dwell with the devouring fire? Who among us shall dwell with everlasting burnings?”
14 ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;
15 He who walks righteously and speaks uprightly, He who despises the gain of oppressions, Who gestures with his hands, refusing bribes, Who stops his ears from hearing of bloodshed, And shuts his eyes from seeing evil:
15 πορευόμενος ἐν διακαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμούς, ἵνα μὴ ἴδῃ ἀδικίαν,
16 He will dwell on high; His place of defense will be the fortress of rocks; Bread will be given him, His water will be sure.
16 οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.
17 Your eyes will see the King in His beauty; They will see the land that is very far off.
17 βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆ πόρρωθεν.
18 Your heart will meditate on terror: “Where is the scribe? Where is he who weighs? Where is he who counts the towers?”
18 ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἔστιν ὁ ἀριθμῶν τοὺς στρεφομένους
19 You will not see a fierce people, A people of obscure speech, beyond perception, Of a stammering tongue that you cannot understand.
19 μικρὸν καὶ μέγα λαόν; ᾧ οὐ συνεβουλεύσατο, οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.
20 Look upon Zion, the city of our appointed feasts; Your eyes will see Jerusalem, a quiet home, A tabernacle that will not be taken down; Not one of its stakes will ever be removed, Nor will any of its cords be broken.
20 ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν· οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ, πόλις πλουσία, σκηναί, αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν.
21 But there the majestic LORD will be for us A place of broad rivers and streams, In which no galley with oars will sail, Nor majestic ships pass by
21 ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.
22 (For the LORD is our Judge, The LORD is our Lawgiver, The LORD is our King; He will save us);
22 ὁ γὰρ Θεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με Κύριος· κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος, βασιλεὺς ἡμῶν Κύριος, οὗτος ἡμᾶς σώσει.
23 Your tackle is loosed, They could not strengthen their mast, They could not spread the sail. Then the prey of great plunder is divided; The lame take the prey.
23 ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι.
24 And the inhabitant will not say, “I am sick”; The people who dwell in it will be forgiven their iniquity.
24 καὶ οὐ μὴ εἴπῃ· κοπιῶ, ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.
1234567891011121314151617181920212223242526272829303132
33
343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation