en
Old Testament
1 Behold, a king will reign in righteousness, And princes will rule with justice.
1 ΙΔΟΥ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.
2 A man will be as a hiding place from the wind, And a cover from the tempest, As rivers of water in a dry place, As the shadow of a great rock in a weary land.
2 καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ᾿ ὕδατος φερομένου· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.
3 The eyes of those who see will not be dim, And the ears of those who hear will listen.
3 καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ᾿ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα ἀκούειν δώσουσι.
4 Also the heart of the rash will understand knowledge, And the tongue of the stammerers will be ready to speak plainly.
4 καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.
5 The foolish person will no longer be called generous, Nor the miser said to be bountiful;
5 καὶ οὐκέτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου· σίγα.
6 For the foolish person will speak foolishness, And his heart will work iniquity: To practice ungodliness, To utter error against the LORD, To keep the hungry unsatisfied, And he will cause the drink of the thirsty to fail.
6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι.
7 Also the schemes of the schemer are evil; He devises wicked plans To destroy the poor with lying words, Even when the needy speaks justice.
7 ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει.
8 But a generous man devises generous things, And by generosity he shall stand.
8 οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ.
9 Rise up, you women who are at ease, Hear my voice; You complacent daughters, Give ear to my speech.
9 Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι, εἰσακούσατε λόγους μου.
10 In a year and some days You will be troubled, you complacent women; For the vintage will fail, The gathering will not come.
10 ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ᾿ ἐλπίδος· ἀνήλωται ὁ τρυγητός, πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ.
11 Tremble, you women who are at ease; Be troubled, you complacent ones; Strip yourselves, make yourselves bare, And gird sackcloth on your waists.
11 ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε σάκκους τὰς ὀσφύας
12 People shall mourn upon their breasts For the pleasant fields, for the fruitful vine.
12 καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γεννήματος.
13 On the land of my people will come up thorns and briers, Yes, on all the happy homes in the joyous city;
13 ἡ γῆ τοῦ λαοῦ μου, ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται·
14 Because the palaces will be forsaken, The bustling city will be deserted. The forts and towers will become lairs forever, A joy of wild donkeys, a pasture of flocks—
14 πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμήματος ἀφήσουσι· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων,
15 Until the Spirit is poured upon us from on high, And the wilderness becomes a fruitful field, And the fruitful field is counted as a forest.
15 ἕως ἂν ἔλθῃ ἐφ᾿ ὑμᾶς πνεῦμα ἀφ᾿ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χέρμελ, καὶ ὁ Χέρμελ εἰς δρυμὸν λογισθήσεται.
16 Then justice will dwell in the wilderness, And righteousness remain in the fruitful field.
16 καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει·
17 The work of righteousness will be peace, And the effect of righteousness, quietness and assurance forever.
17 καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἕως τοῦ αἰῶνος·
18 My people will dwell in a peaceful habitation, In secure dwellings, and in quiet resting places,
18 καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς, καὶ ἀναπαύσονται μετὰ πλούτου.
19 Though hail comes down on the forest, And the city is brought low in humiliation.
19 ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ᾿ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ.
20 Blessed are you who sow beside all waters, Who send out freely the feet of the ox and the donkey.
20 μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.
12345678910111213141516171819202122232425262728293031
32
33343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation