en
Old Testament
1 “Woe to the rebellious children,” says the LORD, “Who take counsel, but not of Me, And who devise plans, but not of My Spirit, That they may add sin to sin;
1 ΟΥΑΙ τέκνα ἀποστάται, τάδε λέγει Κύριος. ἐποιήσατε βουλήν οὐ δι᾿ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ᾿ ἁμαρτίας,
2 Who walk to go down to Egypt, And have not asked My advice, To strengthen themselves in the strength of Pharaoh, And to trust in the shadow of Egypt!
2 οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.
3 Therefore the strength of Pharaoh Shall be your shame, And trust in the shadow of Egypt Shall be your humiliation.
3 ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ᾿ Αἴγυπτον ὄνειδος.
4 For his princes were at Zoan, And his ambassadors came to Hanes.
4 ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·
5 They were all ashamed of a people who could not benefit them, Or be help or benefit, But a shame and also a reproach.”
5 μάτην κοπιάσουσι πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.
6 The burden against the beasts of the South. Through a land of trouble and anguish, From which came the lioness and lion, The viper and fiery flying serpent, They will carry their riches on the backs of young donkeys, And their treasures on the humps of camels, To a people who shall not profit;
6 Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτούς.
7 For the Egyptians shall help in vain and to no purpose. Therefore I have called her Rahab-Hem-Shebeth.
7 Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς, ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη. ~
8 Now go, write it before them on a tablet, And note it on a scroll, That it may be for time to come, Forever and ever:
8 Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρὸν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα.
9 That this is a rebellious people, Lying children, Children who will not hear the law of the LORD;
9 ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ,
10 Who say to the seers, “Do not see,” And to the prophets, “Do not prophesy to us right things; Speak to us smooth things, prophesy deceits.
10 οἱ λέγοντες τοῖς προφήταις· μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι· μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.
11 Get out of the way, Turn aside from the path, Cause the Holy One of Israel To cease from before us.”
11 καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ,
12 Therefore thus says the Holy One of Israel: “Because you despise this word, And trust in oppression and perversity, And rely on them,
12 διὰ τοῦτο τάδε λέγει ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,
13 Therefore this iniquity shall be to you Like a breach ready to fall, A bulge in a high wall, Whose breaking comes suddenly, in an instant.
13 διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα,
14 And He shall break it like the breaking of the potter’s vessel, Which is broken in pieces; He shall not spare. So there shall not be found among its fragments A shard to take fire from the hearth, Or to take water from the cistern.”
14 καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.
15 For thus says the Lord GOD, the Holy One of Israel: “In returning and rest you shall be saved; In quietness and confidence shall be your strength.” But you would not,
15 οὕτω λέγει Κύριος Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἠβούλεσθε ἀκούειν,
16 And you said, “No, for we will flee on horses”— Therefore you shall flee! And, “We will ride on swift horses”— Therefore those who pursue you shall be swift!
16 ἀλλ᾿ εἴπατε· ἐφ᾿ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε· ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.
17 One thousand shall flee at the threat of one, At the threat of five you shall flee, Till you are left as a pole on top of a mountain And as a banner on a hill.
17 χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ᾿ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.
18 Therefore the LORD will wait, that He may be gracious to you; And therefore He will be exalted, that He may have mercy on you. For the LORD is a God of justice; Blessed are all those who wait for Him.
18 καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν ἐστι, καὶ ποῦ καταλείψεται τὴν δόξαν ὑμῶν; μακάριοι οἱ ἐμμένοντες ἐπ᾿ αὐτῷ.
19 For the people shall dwell in Zion at Jerusalem; You shall weep no more. He will be very gracious to you at the sound of your cry; When He hears it, He will answer you.
19 Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· ἐλέησόν με· ἐλεήσει σε τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέ σου.
20 And though the Lord gives you The bread of adversity and the water of affliction, Yet your teachers will not be moved into a corner anymore, But your eyes shall see your teachers.
20 καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,
21 Your ears shall hear a word behind you, saying, “This is the way, walk in it,” Whenever you turn to the right hand Or whenever you turn to the left.
21 καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες· αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.
22 You will also defile the covering of your images of silver, And the ornament of your molded images of gold. You will throw them away as an unclean thing; You will say to them, “Get away!”
22 καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά.
23 Then He will give the rain for your seed With which you sow the ground, And bread of the increase of the earth; It will be fat and plentiful. In that day your cattle will feed In large pastures.
23 τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,
24 Likewise the oxen and the young donkeys that work the ground Will eat cured fodder, Which has been winnowed with the shovel and fan.
24 οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα.
25 There will be on every high mountain And on every high hill Rivers and streams of waters, In the day of the great slaughter, When the towers fall.
25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι.
26 Moreover the light of the moon will be as the light of the sun, And the light of the sun will be sevenfold, As the light of seven days, In the day that the LORD binds up the bruise of His people And heals the stroke of their wound.
26 καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
27 Behold, the name of the LORD comes from afar, Burning with His anger, And His burden is heavy; His lips are full of indignation, And His tongue like a devouring fire.
27 Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ, καιόμενος ὁ θυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.
28 His breath is like an overflowing stream, Which reaches up to the neck, To sift the nations with the sieve of futility; And there shall be a bridle in the jaws of the people, Causing them to err.
28 καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.
29 You shall have a song As in the night when a holy festival is kept, And gladness of heart as when one goes with a flute, To come into the mountain of the LORD, To the Mighty One of Israel.
29 μὴ διαπαντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ;
30 The LORD will cause His glorious voice to be heard, And show the descent of His arm, With the indignation of His anger And the flame of a devouring fire, With scattering, tempest, and hailstones.
30 καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ, καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης· κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ.
31 For through the voice of the LORD Assyria will be beaten down, As He strikes with the rod.
31 διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς.
32 And in every place where the staff of punishment passes, Which the LORD lays on him, It will be with tambourines and harps; And in battles of brandishing He will fight with it.
32 καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.
33 For Tophet was established of old, Yes, for the king it is prepared. He has made it deep and large; Its pyre is fire with much wood; The breath of the LORD, like a stream of brimstone, Kindles it.
33 σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν. ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.
1234567891011121314151617181920212223242526272829
30
313233343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation