en
Old Testament
1 For behold, the Lord, the LORD of hosts, Takes away from Jerusalem and from Judah The stock and the store, The whole supply of bread and the whole supply of water;
1 ΙΔΟΥ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος,
2 The mighty man and the man of war, The judge and the prophet, And the diviner and the elder;
2 γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
3 The captain of fifty and the honorable man, The counselor and the skillful artisan, And the expert enchanter.
3 καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν·
4 “I will give children to be their princes, And babes shall rule over them.
4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.
5 The people will be oppressed, Every one by another and every one by his neighbor; The child will be insolent toward the elder, And the base toward the honorable.”
5 καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· πρσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.
6 When a man takes hold of his brother In the house of his father, saying, “You have clothing; You be our ruler, And let these ruins be under your power,”
6 ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων· ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.
7 In that day he will protest, saying, “I cannot cure your ills, For in my house is neither food nor clothing; Do not make me a ruler of the people.”
7 καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου.
8 For Jerusalem stumbled, And Judah is fallen, Because their tongue and their doings Are against the LORD, To provoke the eyes of His glory.
8 ὅτι αἰνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες· διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν,
9 The look on their countenance witnesses against them, And they declare their sin as Sodom; They do not hide it. Woe to their soul! For they have brought evil upon themselves.
9 καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν
10 “Say to the righteous that it shall be well with them, For they shall eat the fruit of their doings.
10 εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.
11 Woe to the wicked! It shall be ill with him, For the reward of his hands shall be given him.
11 οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.
12 As for My people, children are their oppressors, And women rule over them. O My people! Those who lead you cause you to err, And destroy the way of your paths.”
12 λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.
13 The LORD stands up to plead, And stands to judge the people.
13 ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ·
14 The LORD will enter into judgment With the elders of His people And His princes: “For you have eaten up the vineyard; The plunder of the poor is in your houses.
14 αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν;
15 What do you mean by crushing My people And grinding the faces of the poor?” Says the Lord GOD of hosts.
15 τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;
16 Moreover the LORD says: “Because the daughters of Zion are haughty, And walk with outstretched necks And wanton eyes, Walking and mincing as they go, Making a jingling with their feet,
16 Τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ὑψώθησαν αἱ θυγατέρες καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι,
17 Therefore the Lord will strike with a scab The crown of the head of the daughters of Zion, And the LORD will uncover their secret parts.”
17 καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών, καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν
18 In that day the Lord will take away the finery: The jingling anklets, the scarves, and the crescents;
18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους
19 The pendants, the bracelets, and the veils;
19 καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν
20 The headdresses, the leg ornaments, and the headbands; The perfume boxes, the charms,
20 καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια
21 and the rings; The nose jewels,
21 καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα
22 the festal apparel, and the mantles; The outer garments, the purses,
22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικὰ
23 and the mirrors; The fine linen, the turbans, and the robes.
23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον, σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα.
24 And so it shall be: Instead of a sweet smell there will be a stench; Instead of a sash, a rope; Instead of well-set hair, baldness; Instead of a rich robe, a girding of sackcloth; And branding instead of beauty.
24 καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον.
25 Your men shall fall by the sword, And your mighty in the war.
25 καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. Καὶ ταπεινωθήσονται
26 Her gates shall lament and mourn, And she being desolate shall sit on the ground.
26 καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.
12
3
456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation