en
Old Testament
1 “Woe to Ariel, to Ariel, the city where David dwelt! Add year to year; Let feasts come around.
1 ΟΥΑΙ Ἀριὴλ πόλις, ἣν ἐπολέμησε Δαυίδ· συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν, φάγεσθε, φάγεσθε γὰρ σὺν Μωάβ.
2 Yet I will distress Ariel; There shall be heaviness and sorrow, And it shall be to Me as Ariel.
2 ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί.
3 I will encamp against you all around, I will lay siege against you with a mound, And I will raise siegeworks against you.
3 καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους,
4 You shall be brought down, You shall speak out of the ground; Your speech shall be low, out of the dust; Your voice shall be like a medium’s, out of the ground; And your speech shall whisper out of the dust.
4 καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.
5 “Moreover the multitude of your foes Shall be like fine dust, And the multitude of the terrible ones Like chaff that passes away; Yes, it shall be in an instant, suddenly.
5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος τὸ πλῆθος τῶν καταδυναστευόντων σε, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα
6 You will be punished by the LORD of hosts With thunder and earthquake and great noise, With storm and tempest And the flame of devouring fire.
6 παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα.
7 The multitude of all the nations who fight against Ariel, Even all who fight against her and her fortress, And distress her, Shall be as a dream of a night vision.
7 καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος καθ᾿ ὕπνους νυκτὸς ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἀριήλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἱερουσαλὴμ καὶ πάντες οἱ συνηγμένοι ἐπ᾿ αὐτὴν καὶ θλίβοντες αὐτήν.
8 It shall even be as when a hungry man dreams, And look—he eats; But he awakes, and his soul is still empty; Or as when a thirsty man dreams, And look—he drinks; But he awakes, and indeed he is faint, And his soul still craves: So the multitude of all the nations shall be, Who fight against Mount Zion.”
8 καὶ ἔσονται ὡς οἱ ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον, καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιών.
9 Pause and wonder! Blind yourselves and be blind! They are drunk, but not with wine; They stagger, but not with intoxicating drink.
9 ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου·
10 For the LORD has poured out on you The spirit of deep sleep, And has closed your eyes, namely, the prophets; And He has covered your heads, namely, the seers.
10 ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.
11 The whole vision has become to you like the words of a book that is sealed, which men deliver to one who is literate, saying, “Read this, please.” And he says, “I cannot, for it is sealed.”
11 καὶ ἔσονται ὑμῖν τὰ ρήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα· καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.
12 Then the book is delivered to one who is illiterate, saying, “Read this, please.” And he says, “I am not literate.”
12 καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα.
13 Therefore the Lord said: “Inasmuch as these people draw near with their mouths And honor Me with their lips, But have removed their hearts far from Me, And their fear toward Me is taught by the commandment of men,
13 Καὶ εἶπε Κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.
14 Therefore, behold, I will again do a marvelous work Among this people, A marvelous work and a wonder; For the wisdom of their wise men shall perish, And the understanding of their prudent men shall be hidden.”
14 διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.
15 Woe to those who seek deep to hide their counsel far from the LORD, And their works are in the dark; They say, “Who sees us?” and, “Who knows us?”
15 οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ Κυρίου· οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσι· τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν;
16 Surely you have things turned around! Shall the potter be esteemed as the clay; For shall the thing made say of him who made it, “He did not make me”? Or shall the thing formed say of him who formed it, “He has no understanding”?
16 οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό· οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι· οὐ συνετῶς με ἐποίησας;
17 Is it not yet a very little while Till Lebanon shall be turned into a fruitful field, And the fruitful field be esteemed as a forest?
17 οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται;
18 In that day the deaf shall hear the words of the book, And the eyes of the blind shall see out of obscurity and out of darkness.
18 καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται·
19 The humble also shall increase their joy in the LORD, And the poor among men shall rejoice In the Holy One of Israel.
19 καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.
20 For the terrible one is brought to nothing, The scornful one is consumed, And all who watch for iniquity are cut off—
20 ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ,
21 Who make a man an offender by a word, And lay a snare for him who reproves in the gate, And turn aside the just by empty words.
21 καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν ὅτι ἐπλαγίασαν ἐπ᾿ ἀδίκοις δίκαιον.
22 Therefore thus says the LORD, who redeemed Abraham, concerning the house of Jacob: “Jacob shall not now be ashamed, Nor shall his face now grow pale;
22 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἁβραάμ· οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ·
23 But when he sees his children, The work of My hands, in his midst, They will hallow My name, And hallow the Holy One of Jacob, And fear the God of Israel.
23 ἀλλ᾿ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾿ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ἰακὼβ καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.
24 These also who erred in spirit will come to understanding, And those who complained will learn doctrine.”
24 καὶ γνώσονται οἱ πλανώμενοι τῷ πνεύματι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.
12345678910111213141516171819202122232425262728
29
30313233343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation