en
Old Testament
1 Woe to the crown of pride, to the drunkards of Ephraim, Whose glorious beauty is a fading flower Which is at the head of the verdant valleys, To those who are overcome with wine!
1 ΟΥΑΙ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ· τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου.
2 Behold, the Lord has a mighty and strong one, Like a tempest of hail and a destroying storm, Like a flood of mighty waters overflowing, Who will bring them down to the earth with His hand.
2 ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσί.
3 The crown of pride, the drunkards of Ephraim, Will be trampled underfoot;
3 καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραίμ.
4 And the glorious beauty is a fading flower Which is at the head of the verdant valley, Like the first fruit before the summer, Which an observer sees; He eats it up while it is still in his hand.
4 καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ᾿ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖραν αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.
5 In that day the LORD of hosts will be For a crown of glory and a diadem of beauty To the remnant of His people,
5 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ·
6 For a spirit of justice to him who sits in judgment, And for strength to those who turn back the battle at the gate.
6 καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.
7 But they also have erred through wine, And through intoxicating drink are out of the way; The priest and the prophet have erred through intoxicating drink, They are swallowed up by wine, They are out of the way through intoxicating drink; They err in vision, they stumble in judgment.
7 οὗτοι γὰρ οἴνω πεπλανημένοι εἰσίν, ἐπλανήθησαν διὰ τὸ σίκερα· ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τοῦτ᾿ ἔστι φάσμα.
8 For all tables are full of vomit and filth; No place is clean.
8 ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας.
9 “Whom will he teach knowledge? And whom will he make to understand the message? Those just weaned from milk? Those just drawn from the breasts?
9 τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ;
10 For precept must be upon precept, precept upon precept, Line upon line, line upon line, Here a little, there a little.”
10 θλῖψιν ἐπὶ θλῖψιν προσδέχου, ἐλπίδα ἐπ᾿ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν
11 For with stammering lips and another tongue He will speak to this people,
11 διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ
12 To whom He said, “This is the rest with which You may cause the weary to rest,” And, “This is the refreshing”; Yet they would not hear.
12 λέγοντες αὐτῷ· τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν.
13 But the word of the LORD was to them, “Precept upon precept, precept upon precept, Line upon line, line upon line, Here a little, there a little,” That they might go and fall backward, and be broken And snared and caught.
13 καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ Θεοῦ θλῖψις ἐπὶ θλῖψιν, ἐλπὶς ἐπ᾿ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσι καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.
14 Therefore hear the word of the LORD, you scornful men, Who rule this people who are in Jerusalem,
14 διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ·
15 Because you have said, “We have made a covenant with death, And with Sheol we are in agreement. When the overflowing scourge passes through, It will not come to us, For we have made lies our refuge, And under falsehood we have hidden ourselves.”
15 ὅτι εἴπατε· ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας, καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ᾿ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα.
16 Therefore thus says the Lord GOD: “Behold, I lay in Zion a stone for a foundation, A tried stone, a precious cornerstone, a sure foundation; Whoever believes will not act hastily.
16 διὰ τοῦτο οὕτω λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
17 Also I will make justice the measuring line, And righteousness the plummet; The hail will sweep away the refuge of lies, And the waters will overflow the hiding place.
17 καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς,
18 Your covenant with death will be annulled, And your agreement with Sheol will not stand; When the overflowing scourge passes through, Then you will be trampled down by it.
18 μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.
19 As often as it goes out it will take you; For morning by morning it will pass over, And by day and by night; It will be a terror just to understand the report.”
19 ὅταν παρέλθῃ, λήψεται ὑμᾶς· πρωΐ πρωΐ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά· μάθετε ἀκούειν.
20 For the bed is too short to stretch out on, And the covering so narrow that one cannot wrap himself in it.
20 στενοχωρούμενοι οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι.
21 For the LORD will rise up as at Mount Perazim, He will be angry as in the Valley of Gibeon— That He may do His work, His awesome work, And bring to pass His act, His unusual act.
21 ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών· μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.
22 Now therefore, do not be mockers, Lest your bonds be made strong; For I have heard from the Lord GOD of hosts, A destruction determined even upon the whole earth.
22 καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.
23 Give ear and hear my voice, Listen and hear my speech.
23 ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούεται τοὺς λόγους μου.
24 Does the plowman keep plowing all day to sow? Does he keep turning his soil and breaking the clods?
24 μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν;
25 When he has leveled its surface, Does he not sow the black cummin And scatter the cummin, Plant the wheat in rows, The barley in the appointed place, And the spelt in its place?
25 οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου;
26 For He instructs him in right judgment, His God teaches him.
26 καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου καὶ εὐφρανθήσῃ.
27 For the black cummin is not threshed with a threshing sledge, Nor is a cartwheel rolled over the cummin; But the black cummin is beaten out with a stick, And the cummin with a rod.
27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸν κύμινον, ἀλλὰ ράβδῳ τινάσσεται τὸ μελάνθιον,
28 Bread flour must be ground; Therefore he does not thresh it forever, Break it with his cartwheel, Or crush it with his horsemen.
28 τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγώ εἰμι ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.
29 This also comes from the LORD of hosts, Who is wonderful in counsel and excellent in guidance.
29 καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθε τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.
123456789101112131415161718192021222324252627
28
2930313233343536373839404142434445464748495051525354555657585960616263646566NKJV translation