en
Old Testament
1 “When I would have healed Israel, Then the iniquity of Ephraim was uncovered, And the wickedness of Samaria. For they have committed fraud; A thief comes in; A band of robbers takes spoil outside.
1 ΚΑΙ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραὶμ καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,
2 They do not consider in their hearts That I remember all their wickedness; Now their own deeds have surrounded them; They are before My face.
2 ὅπως συνᾳ£δωσιν ὡς ᾄδοντες τῇ καρδίᾳ αὐτῶν. πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.
3 They make a king glad with their wickedness, And princes with their lies.
3 ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας·
4 “They are all adulterers. Like an oven heated by a baker— He ceases stirring the fire after kneading the dough, Until it is leavened.
4 πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός, ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτό.
5 In the day of our king Princes have made him sick, inflamed with wine; He stretched out his hand with scoffers.
5 αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν·
6 They prepare their heart like an oven, While they lie in wait; Their baker sleeps all night; In the morning it burns like a flaming fire.
6 διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, ἐν τῷ καταράσσειν αὐτούς, ὅλην τὴν νύκτα ὅπου Ἐφραὶμ ἐνεπλήσθη, πρωΐ ἐγενήθη, ἀνεκαύθη ὡς πυρὸς φέγγος.
7 They are all hot, like an oven, And have devoured their judges; All their kings have fallen. None among them calls upon Me.
7 πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρός με. ~
8 “Ephraim has mixed himself among the peoples; Ephraim is a cake unturned.
8 Ἐφραὶμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, Ἐφραὶμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος.
9 Aliens have devoured his strength, But he does not know it; Yes, gray hairs are here and there on him, Yet he does not know it.
9 κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.
10 And the pride of Israel testifies to his face, But they do not return to the LORD their God, Nor seek Him for all this.
10 καὶ ταπεινωθήσεται ἡ ὕβρις Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις.
11 “Ephraim also is like a silly dove, without sense— They call to Egypt, They go to Assyria.
11 καὶ ἦν Ἐφραὶμ ὡς περιστερὰ ἄνους οὐχ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.
12 Wherever they go, I will spread My net on them; I will bring them down like birds of the air; I will chastise them According to what their congregation has heard.
12 καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπ᾿ αὐτοὺς τὸ δίκτυόν μου· καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.
13 “Woe to them, for they have fled from Me! Destruction to them, Because they have transgressed against Me! Though I redeemed them, Yet they have spoken lies against Me.
13 οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾿ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ᾿ ἐμοῦ ψευδῆ.
14 They did not cry out to Me with their heart When they wailed upon their beds. “They assemble together for grain and new wine, They rebel against Me;
14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν, ἀλλ᾿ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.
15 Though I disciplined and strengthened their arms, Yet they devise evil against Me;
15 ἐπαιδεύθησαν ἐν ἐμοί, κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά.
16 They return, but not to the Most High; They are like a treacherous bow. Their princes shall fall by the sword For the cursings of their tongue. This shall be their derision in the land of Egypt.
16 ἀπεστράφησαν εἰς οὐδέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ρομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾿ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.
NKJV translation