en
Old Testament
1 Come, and let us return to the LORD; For He has torn, but He will heal us; He has stricken, but He will bind us up.
1 ΠΟΡΕΥΘΩΜΕΝ καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·
2 After two days He will revive us; On the third day He will raise us up, That we may live in His sight.
2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ
3 Let us know, Let us pursue the knowledge of the LORD. His going forth is established as the morning; He will come to us like the rain, Like the latter and former rain to the earth.
3 καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ.
4 “O Ephraim, what shall I do to you? O Judah, what shall I do to you? For your faithfulness is like a morning cloud, And like the early dew it goes away.
4 τί σοι ποιήσω Ἐφραίμ; τί σοι ποιήσω Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. ~
5 Therefore I have hewn them by the prophets, I have slain them by the words of My mouth; And your judgments are like light that goes forth.
5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ρήματι στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται·
6 For I desire mercy and not sacrifice, And the knowledge of God more than burnt offerings.
6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα.
7 “But like men they transgressed the covenant; There they dealt treacherously with Me.
7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου
8 Gilead is a city of evildoers And defiled with blood.
8 Γαλαὰδ πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ,
9 As bands of robbers lie in wait for a man, So the company of priests murder on the way to Shechem; Surely they commit lewdness.
9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν.
10 I have seen a horrible thing in the house of Israel: There is the harlotry of Ephraim; Israel is defiled.
10 ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ Ἐφραίμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα.
11 Also, O Judah, a harvest is appointed for you, When I return the captives of My people.
11 ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐν τῷ ἰάσασθαί με τὸν Ἰσραήλ.
NKJV translation