en
Old Testament
1 Then the LORD said to me, “Go again, love a woman who is loved by a lover and is committing adultery, just like the love of the LORD for the children of Israel, who look to other gods and love the raisin cakes of the pagans.”
1 ΚΑΙ εἶπε Κύριος πρός με· ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.
2 So I bought her for myself for fifteen shekels of silver, and one and one-half homers of barley.
2 καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου
3 And I said to her, “You shall stay with me many days; you shall not play the harlot, nor shall you have a man—so, too, will I be toward you.”
3 καὶ εἶπα πρὸς αὐτήν· ἡμέρας πολλὰς καθήσῃ ἐπ᾿ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς, οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί.
4 For the children of Israel shall abide many days without king or prince, without sacrifice or sacred pillar, without ephod or teraphim.
4 διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.
5 Afterward the children of Israel shall return and seek the LORD their God and David their king. They shall fear the LORD and His goodness in the latter days.
5 καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.
NKJV translation