en
Old Testament
1 When Ephraim spoke, trembling, He exalted himself in Israel; But when he offended through Baal worship, he died.
1 ΚΑΤΑ τὸν λόγον Ἐφραὶμ δικαιώματα ἔλαβεν αὐτὸς ἐν τῷ Ἰσραὴλ καὶ ἔθετο αὐτὰ τῇ Βάαλ καὶ ἀπέθανε.
2 Now they sin more and more, And have made for themselves molded images, Idols of their silver, according to their skill; All of it is the work of craftsmen. They say of them, “Let the men who sacrifice kiss the calves!”
2 καὶ νῦν προσέθεντο τοῦ ἁμαρτάνειν ἔτι, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ᾿ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσι· θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασι.
3 Therefore they shall be like the morning cloud And like the early dew that passes away, Like chaff blown off from a threshing floor And like smoke from a chimney.
3 διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ᾿ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπό δακρύων.
4 “Yet I am the LORD your God Ever since the land of Egypt, And you shall know no God but Me; For there is no savior besides Me.
4 ἐγὼ δὲ Κύριος ὁ Θεός σου ὁ στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστι πάρεξ ἐμοῦ.
5 I knew you in the wilderness, In the land of great drought.
5 ἐγὼ ἐποίμανόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ
6 When they had pasture, they were filled; They were filled and their heart was exalted; Therefore they forgot Me.
6 κατὰ τὰς νομὰς αὐτῶν. καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάθοντό μου.
7 “So I will be to them like a lion; Like a leopard by the road I will lurk;
7 καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων·
8 I will meet them like a bear deprived of her cubs; I will tear open their rib cage, And there I will devour them like a lion. The wild beast shall tear them.
8 ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.
9 “O Israel, you are destroyed, But your help is from Me.
9 τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσει;
10 I will be your King; Where is any other, That he may save you in all your cities? And your judges to whom you said, ‘Give me a king and princes’?
10 ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω σε ὃν εἶπας· δός μοι βασιλέα καὶ ἄρχοντα.
11 I gave you a king in My anger, And took him away in My wrath.
11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου
12 “The iniquity of Ephraim is bound up; His sin is stored up.
12 συστροφὴν ἀδικίας. Ἐφραίμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ·
13 The sorrows of a woman in childbirth shall come upon him. He is an unwise son, For he should not stay long where children are born.
13 ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων.
14 “I will ransom them from the power of the grave; I will redeem them from death. O Death, I will be your plagues! O Grave, I will be your destruction! Pity is hidden from My eyes.”
14 ἐκ χειρὸς ᾅδου ρύσομαι καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς, ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου,
15 Though he is fruitful among his brethren, An east wind shall come; The wind of the LORD shall come up from the wilderness. Then his spring shall become dry, And his fountain shall be dried up. He shall plunder the treasury of every desirable prize.
15 διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ· ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ᾿ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.
16 Samaria is held guilty, For she has rebelled against her God. They shall fall by the sword, Their infants shall be dashed in pieces, And their women with child ripped open.
NKJV translation