en
Old Testament
1 Israel empties his vine; He brings forth fruit for himself. According to the multitude of his fruit He has increased the altars; According to the bounty of his land They have embellished his sacred pillars.
1 ΑΜΠΕΛΟΣ εὐκληματοῦσα Ἰσραήλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς ἐπλήθυνε τὰ θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησε στήλας.
2 Their heart is divided; Now they are held guilty. He will break down their altars; He will ruin their sacred pillars.
2 ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.
3 For now they say, “We have no king, Because we did not fear the LORD. And as for a king, what would he do for us?”
3 διότι νῦν ἐροῦσιν· οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν;
4 They have spoken words, Swearing falsely in making a covenant. Thus judgment springs up like hemlock in the furrows of the field.
4 λαλῶν ρήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ.
5 The inhabitants of Samaria fear Because of the calf of Beth Aven. For its people mourn for it, And its priests shriek for it— Because its glory has departed from it.
5 τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ᾿ αὐτοῦ.
6 The idol also shall be carried to Assyria As a present for King Jareb. Ephraim shall receive shame, And Israel shall be ashamed of his own counsel.
6 καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.
7 As for Samaria, her king is cut off Like a twig on the water.
7 ἀπέρριψε Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος.
8 Also the high places of Aven, the sin of Israel, Shall be destroyed. The thorn and thistle shall grow on their altars; They shall say to the mountains, “Cover us!” And to the hills, “Fall on us!”
8 καὶ ἐξαρθήσονται βωμοὶ Ὦν, ἁμαρτήματα τοῦ Ἰσραήλ· ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὄρεσι· καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· πέσατε ἐφ᾿ ἡμᾶς. ~
9 “O Israel, you have sinned from the days of Gibeah; There they stood. The battle in Gibeah against the children of iniquity Did not overtake them.
9 Ἀφ᾿ οὗ οἱ βουνοί, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας;
10 When it is My desire, I will chasten them. Peoples shall be gathered against them When I bind them for their two transgressions.
10 ἦλθε παιδεῦσαι αὐτούς, καὶ συναχθήσονται ἐπ᾿ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν.
11 Ephraim is a trained heifer That loves to thresh grain; But I harnessed her fair neck, I will make Ephraim pull a plow. Judah shall plow; Jacob shall break his clods.”
11 Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἀπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραὶμ καὶ παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ.
12 Sow for yourselves righteousness; Reap in mercy; Break up your fallow ground, For it is time to seek the LORD, Till He comes and rains righteousness on you.
12 σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν.
13 You have plowed wickedness; You have reaped iniquity. You have eaten the fruit of lies, Because you trusted in your own way, In the multitude of your mighty men.
13 ἱνατὶ παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε; ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασί σου, ἐν πλήθει δυνάμεώς σου.
14 Therefore tumult shall arise among your people, And all your fortresses shall be plundered As Shalman plundered Beth Arbel in the day of battle— A mother dashed in pieces upon her children.
14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβάαλ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.
15 Thus it shall be done to you, O Bethel, Because of your great wickedness. At dawn the king of Israel Shall be cut off utterly.
15 οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ἰσραήλ, ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν.
NKJV translation