en
Old Testament
1 So God blessed Noah and his sons, and said to them: “Be fruitful and multiply, and fill the earth.
1 ΚΑΙ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.
2 And the fear of you and the dread of you shall be on every beast of the earth, on every bird of the air, on all that move on the earth, and on all the fish of the sea. They are given into your hand.
2 καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα.
3 Every moving thing that lives shall be food for you. I have given you all things, even as the green herbs.
3 καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα.
4 But you shall not eat flesh with its life, that is, its blood.
4 πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε·
5 Surely for your lifeblood I will demand a reckoning; from the hand of every beast I will require it, and from the hand of man. From the hand of every man’s brother I will require the life of man.
5 καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.
6 “Whoever sheds man’s blood, By man his blood shall be shed; For in the image of God He made man.
6 ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.
7 And as for you, be fruitful and multiply; Bring forth abundantly in the earth And multiply in it.”
7 ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
8 Then God spoke to Noah and to his sons with him, saying:
8 Καὶ εἶπεν ὁ Θεός τῷ Νῷε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾿ αὐτοῦ λέγων·
9 “And as for Me, behold, I establish My covenant with you and with your descendants after you,
9 καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾿ ὑμᾶς
10 and with every living creature that is with you: the birds, the cattle, and every beast of the earth with you, of all that go out of the ark, every beast of the earth.
10 καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾿ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθ᾿ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.
11 Thus I establish My covenant with you: Never again shall all flesh be cut off by the waters of the flood; never again shall there be a flood to destroy the earth.”
11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.
12 And God said: “This is the sign of the covenant which I make between Me and you, and every living creature that is with you, for perpetual generations:
12 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ' ὑμῶν εἰς γενεὰς αἰωνίους·
13 I set My rainbow in the cloud, and it shall be for the sign of the covenant between Me and the earth.
13 τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
14 It shall be, when I bring a cloud over the earth, that the rainbow shall be seen in the cloud;
14 καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ,
15 and I will remember My covenant which is between Me and you and every living creature of all flesh; the waters shall never again become a flood to destroy all flesh.
15 καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.
16 The rainbow shall be in the cloud, and I will look on it to remember the everlasting covenant between God and every living creature of all flesh that is on the earth.”
16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσι σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
17 And God said to Noah, “This is the sign of the covenant which I have established between Me and all flesh that is on the earth.”
17 καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
18 Now the sons of Noah who went out of the ark were Shem, Ham, and Japheth. And Ham was the father of Canaan.
18 Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ· Χάμ δὲ ἦν πατὴρ Χαναάν.
19 These three were the sons of Noah, and from these the whole earth was populated.
19 τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπί πᾶσαν τὴν γῆν.
20 And Noah began to be a farmer, and he planted a vineyard.
20 Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα.
21 Then he drank of the wine and was drunk, and became uncovered in his tent.
21 καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.
22 And Ham, the father of Canaan, saw the nakedness of his father, and told his two brothers outside.
22 καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω.
23 But Shem and Japheth took a garment, laid it on both their shoulders, and went backward and covered the nakedness of their father. Their faces were turned away, and they did not see their father’s nakedness.
23 καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον.
24 So Noah awoke from his wine, and knew what his younger son had done to him.
24 ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος,
25 Then he said: “Cursed be Canaan; A servant of servants He shall be to his brethren.”
25 καὶ εἶπεν· ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
26 And he said: “Blessed be the LORD, The God of Shem, And may Canaan be his servant.
26 καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ.
27 May God enlarge Japheth, And may he dwell in the tents of Shem; And may Canaan be his servant.”
27 πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σὴμ καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.
28 And Noah lived after the flood three hundred and fifty years.
28 Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα.
29 So all the days of Noah were nine hundred and fifty years; and he died.
29 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν.
NKJV translation