en
Old Testament
1 And Jacob called his sons and said, “Gather together, that I may tell you what shall befall you in the last days:
1 ΕΚΑΛΕΣΕ δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν·
2 “Gather together and hear, you sons of Jacob, And listen to Israel your father.
2 ἀθροίσθητε καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν.
3 “Reuben, you are my firstborn, My might and the beginning of my strength, The excellency of dignity and the excellency of power.
3 Ρουβήν, πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης.
4 Unstable as water, you shall not excel, Because you went up to your father’s bed; Then you defiled it— He went up to my couch.
4 ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης.
5 “Simeon and Levi are brothers; Instruments of cruelty are in their dwelling place.
5 Συμεὼν καὶ Λευΐ ἀδελφοί· συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.
6 Let not my soul enter their council; Let not my honor be united to their assembly; For in their anger they slew a man, And in their self-will they hamstrung an ox.
6 εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον.
7 Cursed be their anger, for it is fierce; And their wrath, for it is cruel! I will divide them in Jacob And scatter them in Israel.
7 ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.
8 “Judah, you are he whom your brothers shall praise; Your hand shall be on the neck of your enemies; Your father’s children shall bow down before you.
8 Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.
9 Judah is a lion’s whelp; From the prey, my son, you have gone up. He bows down, he lies down as a lion; And as a lion, who shall rouse him?
9 σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
10 The scepter shall not depart from Judah, Nor a lawgiver from between his feet, Until Shiloh comes; And to Him shall be the obedience of the people.
10 οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
11 Binding his donkey to the vine, And his donkey’s colt to the choice vine, He washed his garments in wine, And his clothes in the blood of grapes.
11 δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ·
12 His eyes are darker than wine, And his teeth whiter than milk.
12 χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.
13 “Zebulun shall dwell by the haven of the sea; He shall become a haven for ships, And his border shall adjoin Sidon.
13 Ζαβουλὼν παράλιος κατοικήσει, καὶ αὐτὸς παρ᾿ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.
14 “Issachar is a strong donkey, Lying down between two burdens;
14 Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
15 He saw that rest was good, And that the land was pleasant; He bowed his shoulder to bear a burden, And became a band of slaves.
15 καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός.
16 “Dan shall judge his people As one of the tribes of Israel.
16 Δὰν κρινεῖ τὸ λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.
17 Dan shall be a serpent by the way, A viper by the path, That bites the horse’s heels So that its rider shall fall backward.
17 καὶ γενηθήτω Δὰν ὄφις ἐφ᾿ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
18 I have waited for your salvation, O LORD!
18 τὴν σωτηρίαν περιμένων Κυρίου.
19 “Gad, a troop shall tramp upon him, But he shall triumph at last.
19 Γάδ, πειρατήριον πειρατεύσει αὐτόν, αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας.
20 “Bread from Asher shall be rich, And he shall yield royal dainties.
20 Ἀσήρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσι.
21 “Naphtali is a deer let loose; He uses beautiful words.
21 Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος.
22 “Joseph is a fruitful bough, A fruitful bough by a well; His branches run over the wall.
22 υἱὸς ηὐξημένος Ἰωσήφ, υἱὸς ηὐξημένος μου ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον.
23 The archers have bitterly grieved him, Shot at him and hated him.
23 εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
24 But his bow remained in strength, And the arms of his hands were made strong By the hands of the Mighty God of Jacob (From there is the Shepherd, the Stone of Israel),
24 καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν διά χεῖρα δυνάστου Ἰακώβ, ἐκεῖθεν ὁ κατισχύσας Ἰσραήλ· παρὰ Θεοῦ τοῦ πατρός σου,
25 By the God of your father who will help you, And by the Almighty who will bless you With blessings of heaven above, Blessings of the deep that lies beneath, Blessings of the breasts and of the womb.
25 καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
26 The blessings of your father Have excelled the blessings of my ancestors, Up to the utmost bound of the everlasting hills. They shall be on the head of Joseph, And on the crown of the head of him who was separate from his brothers.
26 εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπ᾿ εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.
27 “Benjamin is a ravenous wolf; In the morning he shall devour the prey, And at night he shall divide the spoil.”
27 Βενιαμὶν λύκος ἅρπαξ· τὸ πρωϊνὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας δίδωσι τροφήν.
28 All these are the twelve tribes of Israel, and this is what their father spoke to them. And he blessed them; he blessed each one according to his own blessing.
28 Πάντες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς.
29 Then he charged them and said to them: “I am to be gathered to my people; bury me with my fathers in the cave that is in the field of Ephron the Hittite,
29 καὶ εἶπεν αὐτοῖς· ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου,
30 in the cave that is in the field of Machpelah, which is before Mamre in the land of Canaan, which Abraham bought with the field of Ephron the Hittite as a possession for a burial place.
30 ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, τῷ ἀπέναντι Μαμβρῆ, ἐν γῇ Χαναάν, ὃ ἐκτήσατο Ἁβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου·
31 There they buried Abraham and Sarah his wife, there they buried Isaac and Rebekah his wife, and there I buried Leah.
31 ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ρεβέκκαν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψα Λείαν
32 The field and the cave that is there were purchased from the sons of Heth.”
32 ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ.
33 And when Jacob had finished commanding his sons, he drew his feet up into the bed and breathed his last, and was gathered to his people.
33 καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
NKJV translation