en
Old Testament
1 Now it came to pass after these things that Joseph was told, “Indeed your father is sick”; and he took with him his two sons, Manasseh and Ephraim.
1 ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ἰωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ, ἦλθε πρὸς Ἰακώβ.
2 And Jacob was told, “Look, your son Joseph is coming to you”; and Israel strengthened himself and sat up on the bed.
2 ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες· ἰδοὺ ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην.
3 Then Jacob said to Joseph: “God Almighty appeared to me at Luz in the land of Canaan and blessed me,
3 καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με
4 and said to me, ‘Behold, I will make you fruitful and multiply you, and I will make of you a multitude of people, and give this land to your descendants after you as an everlasting possession.’
4 καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.
5 And now your two sons, Ephraim and Manasseh, who were born to you in the land of Egypt before I came to you in Egypt, are mine; as Reuben and Simeon, they shall be mine.
5 νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραΐμ καὶ Μανασσῆ, ὡς Ρουβὴν καὶ Συμεὼν ἔσονταί μοι·
6 Your offspring whom you beget after them shall be yours; they will be called by the name of their brothers in their inheritance.
6 τὰ δέ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν· κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.
7 But as for me, when I came from Padan, Rachel died beside me in the land of Canaan on the way, when there was but a little distance to go to Ephrath; and I buried her there on the way to Ephrath (that is, Bethlehem).”
7 ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ραχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ).
8 Then Israel saw Joseph’s sons, and said, “Who are these?”
8 ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπε· τίνες σοι οὗτοι;
9 And Joseph said to his father, “They are my sons, whom God has given me in this place.” And he said, “Please bring them to me, and I will bless them.”
9 εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.
10 Now the eyes of Israel were dim with age, so that he could not see. Then Joseph brought them near him, and he kissed them and embraced them.
10 οἱ ὀφθαλμοὶ δὲ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.
11 And Israel said to Joseph, “I had not thought to see your face; but in fact, God has also shown me your offspring!”
11 καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.
12 So Joseph brought them from beside his knees, and he bowed down with his face to the earth.
12 καὶ ἐξήγαγε αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.
13 And Joseph took them both, Ephraim with his right hand toward Israel’s left hand, and Manasseh with his left hand toward Israel’s right hand, and brought them near him.
13 λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραΐμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν αὐτοὺς αὐτῷ.
14 Then Israel stretched out his right hand and laid it on Ephraim’s head, who was the younger, and his left hand on Manasseh’s head, guiding his hands knowingly, for Manasseh was the firstborn.
14 ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.
15 And he blessed Joseph, and said: “God, before whom my fathers Abraham and Isaac walked, The God who has fed me all my life long to this day,
15 καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
16 The Angel who has redeemed me from all evil, Bless the lads; Let my name be named upon them, And the name of my fathers Abraham and Isaac; And let them grow into a multitude in the midst of the earth.”
16 ὁ ἄγγελος ὁ ρυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.
17 Now when Joseph saw that his father laid his right hand on the head of Ephraim, it displeased him; so he took hold of his father’s hand to remove it from Ephraim’s head to Manasseh’s head.
17 ἰδὼν δὲ Ἰωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο Ἰωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Ἐφραΐμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ.
18 And Joseph said to his father, “Not so, my father, for this one is the firstborn; put your right hand on his head.”
18 εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· οὐχ οὕτως, πάτερ, οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
19 But his father refused and said, “I know, my son, I know. He also shall become a people, and he also shall be great; but truly his younger brother shall be greater than he, and his descendants shall become a multitude of nations.”
19 καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν· οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.
20 So he blessed them that day, saying, “By you Israel will bless, saying, ‘May God make you as Ephraim and as Manasseh!’ ” And thus he set Ephraim before Manasseh.
20 καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ λέγοντες· ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραΐμ καὶ ὡς Μανασσῆ. καὶ ἔθηκε τὸν Ἐφραΐμ ἔμπροσθεν τοῦ Μανασσῆ.
21 Then Israel said to Joseph, “Behold, I am dying, but God will be with you and bring you back to the land of your fathers.
21 εἶπε δὲ Ἰσραὴλ τῷ Ἰωσήφ· ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾿ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν·
22 Moreover I have given to you one portion above your brothers, which I took from the hand of the Amorite with my sword and my bow.”
22 ἐγὼ δὲ δίδωμί σοι Σίκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.
NKJV translation