en
Old Testament
1 When Jacob saw that there was grain in Egypt, Jacob said to his sons, “Why do you look at one another?”
1 ΙΔΩΝ δὲ Ἰακὼβ ὅτι ἐστὶ πρᾶσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἱνατί ραθυμεῖτε;
2 And he said, “Indeed I have heard that there is grain in Egypt; go down to that place and buy for us there, that we may live and not die.”
2 ἰδοὺ ἀκήκοα ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν.
3 So Joseph’s ten brothers went down to buy grain in Egypt.
3 κατέβησαν δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου·
4 But Jacob did not send Joseph’s brother Benjamin with his brothers, for he said, “Lest some calamity befall him.”
4 τὸν δὲ Βενιαμὶν τὸν ἀδελφὸν Ἰωσὴφ οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ, εἶπε γάρ· μή ποτε συμβῇ αὐτῷ μαλακία.
5 And the sons of Israel went to buy grain among those who journeyed, for the famine was in the land of Canaan.
5 Ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν.
6 Now Joseph was governor over the land; and it was he who sold to all the people of the land. And Joseph’s brothers came and bowed down before him with their faces to the earth.
6 Ἰωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
7 Joseph saw his brothers and recognized them, but he acted as a stranger to them and spoke roughly to them. Then he said to them, “Where do you come from?” And they said, “From the land of Canaan to buy food.”
7 ἰδὼν δὲ Ἰωσὴφ τούς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ᾿ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς· πόθεν ἥκατε; οἱ δὲ εἶπον· ἐκ γῆς Χαναὰν ἀγοράσαι βρώματα.
8 So Joseph recognized his brothers, but they did not recognize him.
8 ἐπέγνω δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν.
9 Then Joseph remembered the dreams which he had dreamed about them, and said to them, “You are spies! You have come to see the nakedness of the land!”
9 καὶ ἐμνήσθη Ἰωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός, καὶ εἶπεν αὐτοῖς· κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.
10 And they said to him, “No, my lord, but your servants have come to buy food.
10 οἱ δὲ εἶπαν· οὐχί, κύριε, οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα·
11 We are all one man’s sons; we are honest men; your servants are not spies.”
11 πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι.
12 But he said to them, “No, but you have come to see the nakedness of the land.”
12 εἶπε δὲ αὐτοῖς· οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν.
13 And they said, “Your servants are twelve brothers, the sons of one man in the land of Canaan; and in fact, the youngest is with our father today, and one is no more.”
13 οἱ δὲ εἶπαν· δώδεκά ἐσμεν οἱ παῖδες σου ἀδελφοὶ ἐν γῇ Χαναάν, καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, ὁ δὲ ἕτερος οὐχ ὑπάρχει.
14 But Joseph said to them, “It is as I spoke to you, saying, ‘You are spies!’
14 εἶπε δὲ αὐτοῖς Ἰωσήφ· τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν λέγων, ὅτι κατάσκοποί ἐστε·
15 In this manner you shall be tested: By the life of Pharaoh, you shall not leave this place unless your youngest brother comes here.
15 ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραώ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε.
16 Send one of you, and let him bring your brother; and you shall be kept in prison, that your words may be tested to see whether there is any truth in you; or else, by the life of Pharaoh, surely you are spies!”
16 ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν, ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ρήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μή, νὴ τὴν ὑγίειαν Φαραώ, ἦ μὴν κατάσκοποί ἐστε.
17 So he put them all together in prison three days.
17 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς.
18 Then Joseph said to them the third day, “Do this and live, for I fear God:
18 Εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ· τοῦτο ποιήσατε καὶ ζήσεσθε, τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι·
19 If you are honest men, let one of your brothers be confined to your prison house; but you, go and carry grain for the famine of your houses.
19 εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ, αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν,
20 And bring your young est brother to me; so your words will be verified, and you shall not die.” And they did so.
20 καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ρήματα ὑμῶν· εἰ δὲ μή, ἀποθανεῖσθε. ἐποίησαν δὲ οὕτως.
21 Then they said to one another, “We are truly guilty concerning our brother, for we saw the anguish of his soul when he pleaded with us, and we would not hear; therefore this distress has come upon us.”
21 καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ναί, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ᾿ ἡμᾶς ἡ θλῖψις αὕτη.
22 And Reuben answered them, saying, “Did I not speak to you, saying, ‘Do not sin against the boy’; and you would not listen? Therefore behold, his blood is now required of us.”
22 ἀποκριθεὶς δὲ Ρουβὴν εἶπεν αὐτοῖς· οὐκ ἐλάλησα ὑμῖν λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ ἠκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.
23 But they did not know that Joseph understood them, for he spoke to them through an interpreter.
23 αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει Ἰωσήφ· ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν.
24 And he turned himself away from them and wept. Then he returned to them again, and talked with them. And he took Simeon from them and bound him before their eyes.
24 ἀποστραφεὶς δὲ ἀπ᾿ αὐτῶν ἔκλαυσεν Ἰωσήφ. καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβε τὸν Συμεὼν ἀπ᾿ αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.
25 Then Joseph gave a command to fill their sacks with grain, to restore every man’s money to his sack, and to give them provisions for the journey. Thus he did for them.
25 ἐνετείλατο δὲ Ἰωσήφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήθη αὐτοῖς οὕτως.
26 So they loaded their donkeys with the grain and departed from there.
26 καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν.
27 But as one of them opened his sack to give his donkey feed at the encampment, he saw his money; and there it was, in the mouth of his sack.
27 λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου·
28 So he said to his brothers, “My money has been restored, and there it is, in my sack!” Then their hearts failed them and they were afraid, saying to one another, “What is this that God has done to us?”
28 καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ· ἐπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου, καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες· τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν;
29 Then they went to Jacob their father in the land of Canaan and told him all that had happened to them, saying:
29 Ἦλθον δὲ πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χαναὰν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες·
30 “The man who is lord of the land spoke roughly to us, and took us for spies of the country.
30 λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν.
31 But we said to him, ‘We are honest men; we are not spies.
31 εἴπαμεν δὲ αὐτῷ· εἰρηνικοί ἐσμέν, οὐκ ἐσμὲν κατάσκοποι·
32 We are twelve brothers, sons of our father; one is no more, and the youngest is with our father this day in the land of Canaan.’
32 δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν.
33 Then the man, the lord of the country, said to us, ‘By this I will know that you are honest men: Leave one of your brothers here with me, take food for the famine of your households, and be gone.
33 εἶπε δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς· ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾿ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε.
34 And bring your youngest brother to me; so I shall know that you are not spies, but that you are honest men. I will grant your brother to you, and you may trade in the land.’ ”
34 καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ᾿ ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε.
35 Then it happened as they emptied their sacks, that surprisingly each man’s bundle of money was in his sack; and when they and their father saw the bundles of money, they were afraid.
35 ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν.
36 And Jacob their father said to them, “You have bereaved me: Joseph is no more, Simeon is no more, and you want to take Benjamin. All these things are against me.”
36 εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν· ἐμὲ ἠτεκνώσατε, Ἰωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ᾿ ἐμὲ ἐγένετο ταῦτα πάντα.
37 Then Reuben spoke to his father, saying, “Kill my two sons if I do not bring him back to you; put him in my hands, and I will bring him back to you.”
37 εἶπε δὲ Ρουβὴν τῷ πατρὶ αὐτῶν λέγων· τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ.
38 But he said, “My son shall not go down with you, for his brother is dead, and he is left alone. If any calamity should befall him along the way in which you go, then you would bring down my gray hair with sorrow to the grave.”
38 ὁ δὲ εἶπεν· οὐ καταβήσεται ὁ υἱός μου μεθ᾿ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ἅδου.
39 ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.
NKJV translation