en
Old Testament
1 Now Jacob lifted his eyes and looked, and there, Esau was coming, and with him were four hundred men. So he divided the children among Leah, Rachel, and the two maidservants.
1 ΑΝΑΒΛΕΨΑΣ δὲ Ἰακὼβ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. καὶ διεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ ἐπί Ραχὴλ καὶ τὰς δύος παιδίσκας.
2 And he put the maidservants and their children in front, Leah and her children behind, and Rachel and Joseph last.
2 καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχὴλ καὶ Ἰωσὴφ ἐσχάτους.
3 Then he crossed over before them and bowed himself to the ground seven times, until he came near to his brother.
3 αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τῷ ἀδελφῷ αὐτοῦ.
4 But Esau ran to meet him, and embraced him, and fell on his neck and kissed him, and they wept.
4 καὶ προσέδραμεν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσαν ἀμφότεροι.
5 And he lifted his eyes and saw the women and children, and said, “Who are these with you?” So he said, “The children whom God has graciously given your servant.”
5 καὶ ἀναβλέψας Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπε· τί ταῦτά σοι ἐστίν; ὁ δὲ εἶπε· τὰ παιδία, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου.
6 Then the maidservants came near, they and their children, and bowed down.
6 καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν,
7 And Leah also came near with her children, and they bowed down. Afterward Joseph and Rachel came near, and they bowed down.
7 καὶ προσήγγισε Λεία καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν. καὶ μετὰ ταῦτα προσήγγισε Ραχὴλ καὶ Ἰωσὴφ καὶ προσεκύνησαν.
8 Then Esau said, “What do you mean by all this company which I met?” And he said, “These are to find favor in the sight of my lord.”
8 καὶ εἶπε· τί ταῦτά σοι ἐστί, πᾶσαι αἱ παρεμβολαί αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν· ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
9 But Esau said, “I have enough, my brother; keep what you have for yourself.”
9 εἶπε δὲ Ἡσαῦ· ἔστι μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά.
10 And Jacob said, “No, please, if I have now found favor in your sight, then receive my present from my hand, inasmuch as I have seen your face as though I had seen the face of God, and you were pleased with me.
10 εἶπε δὲ Ἰακώβ· εἰ εὗρον χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ, καὶ εὐδοκήσεις με.
11 Please, take my blessing that is brought to you, because God has dealt graciously with me, and because I have enough.” So he urged him, and he took it.
11 λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς καὶ ἔστι μοι πάντα. καὶ ἐβιάσατο αὐτὸν καὶ ἔλαβε·
12 Then Esau said, “Let us take our journey; let us go, and I will go before you.”
12 καὶ εἶπεν· ἀπάραντες πορευσώμεθα ἐπ᾿ εὐθεῖαν.
13 But Jacob said to him, “My lord knows that the children are weak, and the flocks and herds which are nursing are with me. And if the men should drive them hard one day, all the flock will die.
13 εἶπε δὲ αὐτῷ· ὁ κύριός μου γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη.
14 Please let my lord go on ahead before his servant. I will lead on slowly at a pace which the livestock that go before me, and the children, are able to endure, until I come to my lord in Seir.”
14 προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ.
15 And Esau said, “Now let me leave with you some of the people who are with me.” But he said, “What need is there? Let me find favor in the sight of my lord.”
15 εἶπε δὲ Ἡσαῦ· καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν· ἱνατί τοῦτο; ἱκανόν, ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.
16 So Esau returned that day on his way to Seir.
16 ἀπέστρεψε δὲ Ἡσαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ.
17 And Jacob journeyed to Succoth, built himself a house, and made booths for his livestock. Therefore the name of the place is called Succoth.
17 Καὶ Ἰακὼβ ἀπαίρει εἰς σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησε σκηνάς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί.
18 Then Jacob came safely to the city of Shechem, which is in the land of Canaan, when he came from Padan Aram; and he pitched his tent before the city.
18 καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως.
19 And he bought the parcel of land, where he had pitched his tent, from the children of Hamor, Shechem’s father, for one hundred pieces of money.
19 καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν.
20 Then he erected an altar there and called it El Elohe Israel.
20 καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ.
NKJV translation