en
Old Testament
1 Now when Rachel saw that she bore Jacob no children, Rachel envied her sister, and said to Jacob, “Give me children, or else I die!”
1 ΙΔΟΥΣΑ δὲ Ραχὴλ ὅτι οὐ τέτοκε τῷ Ἰακώβ, καὶ ἐζήλωσε Ραχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπε τῷ Ἰακώβ· δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
2 And Jacob’s anger was aroused against Rachel, and he said, “Am I in the place of God, who has withheld from you the fruit of the womb?”
2 θυματωθεὶς δὲ Ἰακὼβ τῇ Ραχὴλ εἶπεν αὐτῇ· μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας;
3 So she said, “Here is my maid Bilhah; go in to her, and she will bear a child on my knees, that I also may have children by her.”
3 εἶπε δὲ Ραχὴλ τῷ Ἰακώβ· ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.
4 Then she gave him Bilhah her maid as wife, and Jacob went in to her.
4 καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
5 And Bilhah conceived and bore Jacob a son.
5 καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.
6 Then Rachel said, “God has judged my case; and He has also heard my voice and given me a son.” Therefore she called his name Dan.
6 καὶ εἶπε Ραχήλ· ἔκρινέ μοι ὁ Θεὸς καὶ ἐπήκουσε τῆς φωνῆς μου καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν.
7 And Rachel’s maid Bilhah conceived again and bore Jacob a second son.
7 καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.
8 Then Rachel said, “With great wrestlings I have wrestled with my sister, and indeed I have prevailed.” So she called his name Naphtali.
8 καὶ εἶπε Ραχήλ· συναντελάβετό μου ὁ Θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ.
9 When Leah saw that she had stopped bearing, she took Zilpah her maid and gave her to Jacob as wife.
9 Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα. καὶ εἰσῆλθε πρὸς αὐτὴν
10 And Leah’s maid Zilpah bore Jacob a son.
10 καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.
11 Then Leah said, “A troop comes!” So she called his name Gad.
11 καὶ εἶπε Λεία. ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ.
12 And Leah’s maid Zilpah bore Jacob a second son.
12 καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱὸν δεύτερον.
13 Then Leah said, “I am happy, for the daughters will call me blessed.” So she called his name Asher.
13 καὶ εἶπε Λεία· μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ.
14 Now Reuben went in the days of wheat harvest and found mandrakes in the field, and brought them to his mother Leah. Then Rachel said to Leah, “Please give me some of your son’s mandrakes.”
14 Ἐπορεύθη δὲ Ρουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ραχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς· δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
15 But she said to her, “Is it a small matter that you have taken away my husband? Would you take away my son’s mandrakes also?” And Rachel said, “Therefore he will lie with you tonight for your son’s mandrakes.”
15 εἶπε δὲ Λεία· οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ραχήλ· οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
16 When Jacob came out of the field in the evening, Leah went out to meet him and said, “You must come in to me, for I have surely hired you with my son’s mandrakes.” And he lay with her that night.
16 εἰσῆλθε δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπε· πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην.
17 And God listened to Leah, and she conceived and bore Jacob a fifth son.
17 καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱὸν πέμπτον.
18 Leah said, “God has given me my wages, because I have given my maid to my husband.” So she called his name Issachar.
18 καὶ εἶπε Λεία· δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ, ὅ ἐστι μισθός.
19 Then Leah conceived again and bore Jacob a sixth son.
19 καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.
20 And Leah said, “God has endowed me with a good endowment; now my husband will dwell with me, because I have borne him six sons.” So she called his name Zebulun.
20 καὶ εἶπε Λεία· δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών.
21 Afterward she bore a daughter, and called her name Dinah.
21 καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δείνα.
22 Then God remembered Rachel, and God listened to her and opened her womb.
22 Ἐμνήσθη δὲ ὁ Θεὸς τῆς Ραχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
23 And she conceived and bore a son, and said, “God has taken away my reproach.”
23 καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱόν. εἶπε δὲ Ραχήλ· ἀφεῖλεν ὁ Θεός μου τὸ ὄνειδος·
24 So she called his name Joseph, and said, “The LORD shall add to me another son.”
24 καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα· προσθέτω ὁ Θεός μοι υἱὸν ἕτερον.
25 And it came to pass, when Rachel had borne Joseph, that Jacob said to Laban, “Send me away, that I may go to my own place and to my country.
25 Ἐγένετο δὲ ὡς ἔτεκε Ραχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
26 Give me my wives and my children for whom I have served you, and let me go; for you know my service which I have done for you.”
26 ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
27 And Laban said to him, “Please stay, if I have found favor in your eyes, for I have learned by experience that the LORD has blessed me for your sake.”
27 εἶπε δὲ αὐτῷ Λάβαν· εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.
28 Then he said, “Name me your wages, and I will give it.”
28 διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω.
29 So Jacob said to him, “You know how I have served you and how your livestock has been with me.
29 εἶπε δὲ Ἰακώβ· σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ·
30 For what you had before I came was little, and it has increased to a great amount; the LORD has blessed you since my coming. And now, when shall I also provide for my own house?”
30 μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
31 So he said, “What shall I give you?” And Jacob said, “You shall not give me anything. If you will do this thing for me, I will again feed and keep your flocks:
31 καὶ εἶπεν αὐτῷ Λάβαν· τί σοι δώσω; εἶπε δὲ αὐτῷ Ἰακώβ· οὐ δώσεις μοι οὐδέν· ἐὰν ποιήσῃς μοι τὸ ρῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
32 Let me pass through all your flock today, removing from there all the speckled and spotted sheep, and all the brown ones among the lambs, and the spotted and speckled among the goats; and these shall be my wages.
32 παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι καὶ πᾶν διάλευκον καὶ ραντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός.
33 So my righteousness will answer for me in time to come, when the subject of my wages comes before you: every one that is not speckled and spotted among the goats, and brown among the lambs, will be considered stolen, if it is with me.”
33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ραντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί.
34 And Laban said, “Oh, that it were according to your word!”
34 εἶπε δὲ αὐτῷ Λάβαν· ἔστω κατὰ τὸ ρῆμά σου.
35 So he removed that day the male goats that were speckled and spotted, all the female goats that were speckled and spotted, every one that had some white in it, and all the brown ones among the lambs, and gave them into the hand of his sons.
35 καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ραντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ραντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.
36 Then he put three days’ journey between himself and Jacob, and Jacob fed the rest of Laban’s flocks.
36 καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα.
37 Now Jacob took for himself rods of green poplar and of the almond and chestnut trees, peeled white strips in them, and exposed the white which was in the rods.
37 ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ράβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ράβδοις τὸ λευκόν, ὃ ἐλέπισε, ποικίλον.
38 And the rods which he had peeled, he set before the flocks in the gutters, in the watering troughs where the flocks came to drink, so that they should conceive when they came to drink.
38 καὶ παρέθηκε τὰς ράβδους, ἃς ἐλέπισεν ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ράβδων, ἐλθόντων αὐτῶν πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ράβδους·
39 So the flocks conceived before the rods, and the flocks brought forth streaked, speckled, and spotted.
39 καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ράβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ραντά.
40 Then Jacob separated the lambs, and made the flocks face toward the streaked and all the brown in the flock of Laban; but he put his own flocks by themselves and did not put them with Laban’s flock.
40 τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾿ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν.
41 And it came to pass, whenever the stronger livestock conceived, that Jacob placed the rods before the eyes of the livestock in the gutters, that they might conceive among the rods.
41 ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ράβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ράβδους·
42 But when the flocks were feeble, he did not put them in; so the feebler were Laban’s and the stronger Jacob’s.
42 ἡνίκα δ᾿ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ Ἰακώβ.
43 Thus the man became exceedingly prosperous, and had large flocks, female and male servants, and camels and donkeys.
43 καὶ ἐπλούτισεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες, καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.
NKJV translation