en
Old Testament
1 So Jacob went on his journey and came to the land of the people of the East.
1 ΚΑΙ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ρεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
2 And he looked, and saw a well in the field; and behold, there were three flocks of sheep lying by it; for out of that well they watered the flocks. A large stone was on the well’s mouth.
2 καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος,
3 Now all the flocks would be gathered there; and they would roll the stone from the well’s mouth, water the sheep, and put the stone back in its place on the well’s mouth.
3 καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.
4 And Jacob said to them, “My brethren, where are you from?” And they said, “We are from Haran.”
4 εἶπε δὲ αὐτοῖς Ἰακώβ· ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν· ἐκ Χαρρὰν ἐσμέν.
5 Then he said to them, “Do you know Laban the son of Nahor?” And they said, “We know him.”
5 εἶπε δὲ αὐτοῖς· γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν· γινώσκομεν.
6 So he said to them, “Is he well?” And they said, “He is well. And look, his daughter Rachel is coming with the sheep.”
6 εἶπε δὲ αὐτοῖς· ὑγιαίνει; οἱ δὲ εἶπαν· ὑγιαίνει. καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.
7 Then he said, “Look, it is still high day; it is not time for the cattle to be gathered together. Water the sheep, and go and feed them.”
7 καὶ εἶπεν Ἰακώβ· ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.
8 But they said, “We cannot until all the flocks are gathered together, and they have rolled the stone from the well’s mouth; then we water the sheep.”
8 οἱ δὲ εἶπαν· οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
9 Now while he was still speaking with them, Rachel came with her father’s sheep, for she was a shepherdess.
9 ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
10 And it came to pass, when Jacob saw Rachel the daughter of Laban his mother’s brother, and the sheep of Laban his mother’s brother, that Jacob went near and rolled the stone from the well’s mouth, and watered the flock of Laban his mother’s brother.
10 ἐγένετο δέ, ὡς εἶδεν Ἰακὼβ τὴν Ραχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
11 Then Jacob kissed Rachel, and lifted up his voice and wept.
11 καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ραχήλ· καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε.
12 And Jacob told Rachel that he was her father’s relative and that he was Rebekah’s son. So she ran and told her father.
12 καὶ ἀπήγγειλε τῇ Ραχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ρεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ρήματα ταῦτα.
13 Then it came to pass, when Laban heard the report about Jacob his sister’s son, that he ran to meet him, and embraced him and kissed him, and brought him to his house. So he told Laban all these things.
13 ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.
14 And Laban said to him, “Surely you are my bone and my flesh.” And he stayed with him for a month.
14 καὶ εἶπεν αὐτῷ Λάβαν· ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.
15 Then Laban said to Jacob, “Because you are my relative, should you therefore serve me for nothing? Tell me, what should your wages be?”
15 Εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί;
16 Now Laban had two daughters: the name of the elder was Leah, and the name of the younger was Rachel.
16 τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχήλ.
17 Leah’s eyes were delicate, but Rachel was beautiful of form and appearance.
17 οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ραχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.
18 Now Jacob loved Rachel; so he said, “I will serve you seven years for Rachel your younger daughter.”
18 ἠγάπησε δὲ Ἰακὼβ τὴν Ραχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.
19 And Laban said, “It is better that I give her to you than that I should give her to another man. Stay with me.”
19 εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.
20 So Jacob served seven years for Rachel, and they seemed only a few days to him because of the love he had for her.
20 καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ραχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.
21 Then Jacob said to Laban, “Give me my wife, for my days are fulfilled, that I may go in to her.”
21 εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.
22 And Laban gathered together all the men of the place and made a feast.
22 συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον.
23 Now it came to pass in the evening, that he took Leah his daughter and brought her to Jacob; and he went in to her.
23 καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς Ἰακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
24 And Laban gave his maid Zilpah to his daughter Leah as a maid.
24 ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
25 So it came to pass in the morning, that behold, it was Leah. And he said to Laban, “What is this you have done to me? Was it not for Rachel that I served you? Why then have you deceived me?”
25 ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με;
26 And Laban said, “It must not be done so in our country, to give the younger before the firstborn.
26 ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·
27 Fulfill her week, and we will give you this one also for the service which you will serve with me still another seven years.”
27 συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.
28 Then Jacob did so and fulfilled her week. So he gave him his daughter Rachel as wife also.
28 ἐποίησε δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ραχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
29 And Laban gave his maid Bilhah to his daughter Rachel as a maid.
29 ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
30 Then Jacob also went in to Rachel, and he also loved Rachel more than Leah. And he served with Laban still another seven years.
30 καὶ εἰσῆλθε πρὸς Ραχήλ· ἠγάπησε δὲ Ραχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
31 When the LORD saw that Leah was unloved, He opened her womb; but Rachel was barren.
31 Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ραχὴλ δὲ ἦν στεῖρα·
32 So Leah conceived and bore a son, and she called his name Reuben; for she said, “The LORD has surely looked on my affliction. Now therefore, my husband will love me.”
32 καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ρουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.
33 Then she conceived again and bore a son, and said, “Because the LORD has heard that I am unloved, He has therefore given me this son also.” And she called his name Simeon.
33 καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ καὶ εἶπεν· ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών·
34 She conceived again and bore a son, and said, “Now this time my husband will become attached to me, because I have borne him three sons.” Therefore his name was called Levi.
34 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν· ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί.
35 And she conceived again and bore a son, and said, “Now I will praise the LORD.” Therefore she called his name Judah. Then she stopped bearing.
35 καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. καὶ ἔστη τοῦ τίκτειν.
NKJV translation