en
Old Testament
1 Now it came to pass, when Isaac was old and his eyes were so dim that he could not see, that he called Esau his older son and said to him, “My son.” And he answered him, “Here I am.”
1 ΕΓΕΝΕΤΟ δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
2 Then he said, “Behold now, I am old. I do not know the day of my death.
2 καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
3 Now therefore, please take your weapons, your quiver and your bow, and go out to the field and hunt game for me.
3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
4 And make me savory food, such as I love, and bring it to me that I may eat, that my soul may bless you before I die.”
4 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
5 Now Rebekah was listening when Isaac spoke to Esau his son. And Esau went to the field to hunt game and to bring it.
5 Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
6 So Rebekah spoke to Jacob her son, saying, “Indeed I heard your father speak to Esau your brother, saying,
6 Ρεβέκκα δὲ εἶπε πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου λέγοντος·
7 ‘Bring me game and make savory food for me, that I may eat it and bless you in the presence of the LORD before my death.’
7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
8 Now therefore, my son, obey my voice according to what I command you.
8 νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
9 Go now to the flock and bring me from there two choice kids of the goats, and I will make savory food from them for your father, such as he loves.
9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
10 Then you shall take it to your father, that he may eat it, and that he may bless you before his death.”
10 καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
11 And Jacob said to Rebekah his mother, “Look, Esau my brother is a hairy man, and I am a smooth-skinned man.
11 εἶπε δὲ Ἰακὼβ πρὸς Ρεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
12 Perhaps my father will feel me, and I shall seem to be a deceiver to him; and I shall bring a curse on myself and not a blessing.”
12 μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
13 But his mother said to him, “Let your curse be on me, my son; only obey my voice, and go, get them for me.”
13 εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι.
14 And he went and got them and brought them to his mother, and his mother made savory food, such as his father loved.
14 πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
15 Then Rebekah took the choice clothes of her elder son Esau, which were with her in the house, and put them on Jacob her younger son.
15 καὶ λαβοῦσα Ρεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
16 And she put the skins of the kids of the goats on his hands and on the smooth part of his neck.
16 καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
17 Then she gave the savory food and the bread, which she had prepared, into the hand of her son Jacob.
17 καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.
18 So he went to his father and said, “My father.” And he said, “Here I am. Who are you, my son?”
18 καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον;
19 Jacob said to his father, “I am Esau your firstborn; I have done just as you told me; please arise, sit and eat of my game, that your soul may bless me.”
19 καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
20 But Isaac said to his son, “How is it that you have found it so quickly, my son?” And he said, “Because the LORD your God brought it to me.”
20 εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
21 Isaac said to Jacob, “Please come near, that I may feel you, my son, whether you are really my son Esau or not.”
21 εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ ἢ οὔ.
22 So Jacob went near to Isaac his father, and he felt him and said, “The voice is Jacob’s voice, but the hands are the hands of Esau.”
22 ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.
23 And he did not recognize him, because his hands were hairy like his brother Esau’s hands; so he blessed him.
23 καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν
24 Then he said, “Are you really my son Esau?” He said, “I am.”
24 καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· ἐγώ.
25 He said, “Bring it near to me, and I will eat of my son’s game, so that my soul may bless you.” So he brought it near to him, and he ate; and he brought him wine, and he drank.
25 καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.
26 Then his father Isaac said to him, “Come near now and kiss me, my son.”
26 καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον.
27 And he came near and kissed him; and he smelled the smell of his clothing, and blessed him and said: “Surely, the smell of my son Is like the smell of a field Which the LORD has blessed.
27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.
28 Therefore may God give you Of the dew of heaven, Of the fatness of the earth, And plenty of grain and wine.
28 καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.
29 Let peoples serve you, And nations bow down to you. Be master over your brethren, And let your mother’s sons bow down to you. Cursed be everyone who curses you, And blessed be those who bless you!”
29 καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
30 Now it happened, as soon as Isaac had finished blessing Jacob, and Jacob had scarcely gone out from the presence of Isaac his father, that Esau his brother came in from his hunting.
30 Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
31 He also had made savory food, and brought it to his father, and said to his father, “Let my father arise and eat of his son’s game, that your soul may bless me.”
31 καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
32 And his father Isaac said to him, “Who are you?” So he said, “I am your son, your firstborn, Esau.”
32 καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ.
33 Then Isaac trembled exceedingly, and said, “Who? Where is the one who hunted game and brought it to me? I ate all of it before you came, and I have blessed him— and indeed he shall be blessed.”
33 ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται.
34 When Esau heard the words of his father, he cried with an exceedingly great and bitter cry, and said to his father, “Bless me—me also, O my father!”
34 ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ὔρήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ.
35 But he said, “Your brother came with deceit and has taken away your blessing.”
35 εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.
36 And Esau said, “Is he not rightly named Jacob? For he has supplanted me these two times. He took away my birthright, and now look, he has taken away my blessing!” And he said, “Have you not reserved a blessing for me?”
36 καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
37 Then Isaac answered and said to Esau, “Indeed I have made him your master, and all his brethren I have given to him as servants; with grain and wine I have sustained him. What shall I do now for you, my son?”
37 ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;
38 And Esau said to his father, “Have you only one blessing, my father? Bless me—me also, O my father!” And Esau lifted up his voice and wept.
38 εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ καὶ ἔκλαυσεν.
39 Then Isaac his father answered and said to him: “Behold, your dwelling shall be of the fatness of the earth, And of the dew of heaven from above.
39 ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.
40 By your sword you shall live, And you shall serve your brother; And it shall come to pass, when you become restless, That you shall break his yoke from your neck.”
40 καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
41 So Esau hated Jacob because of the blessing with which his father blessed him, and Esau said in his heart, “The days of mourning for my father are at hand; then I will kill my brother Jacob.”
41 Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
42 And the words of Esau her older son were told to Rebekah. So she sent and called Jacob her younger son, and said to him, “Surely your brother Esau comforts himself concerning you by intending to kill you.
42 ἀπηγγέλη δὲ Ρεβέκκᾳ τὰ ρήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε·
43 Now therefore, my son, obey my voice: arise, flee to my brother Laban in Haran.
43 νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν.
44 And stay with him a few days, until your brother’s fury turns away,
44 καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινάς,
45 until your brother’s anger turns away from you, and he forgets what you have done to him; then I will send and bring you from there. Why should I be bereaved also of you both in one day?”
45 ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
46 And Rebekah said to Isaac, “I am weary of my life because of the daughters of Heth; if Jacob takes a wife of the daughters of Heth, like these who are the daughters of the land, what good will my life be to me?”
46 Εἶπε δὲ Ρεβέκκα πρὸς Ἰσαάκ· προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;
NKJV translation