en
Old Testament
1 Sarah lived one hundred and twenty-seven years; these were the years of the life of Sarah.
1 ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά.
2 So Sarah died in Kirjath Arba (that is, Hebron) in the land of Canaan, and Abraham came to mourn for Sarah and to weep for her.
2 καὶ ἀπέθανε Σάρρα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.
3 Then Abraham stood up from before his dead, and spoke to the sons of Heth, saying,
3 καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων·
4 “I am a foreigner and a visitor among you. Give me property for a burial place among you, that I may bury my dead out of my sight.”
4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
5 And the sons of Heth answered Abraham, saying to him,
5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες· μὴ κύριε·
6 “Hear us, my lord: You are a mighty prince among us; bury your dead in the choicest of our burial places. None of us will withhold from you his burial place, that you may bury your dead.”
6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
7 Then Abraham stood up and bowed himself to the people of the land, the sons of Heth.
7 ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ,
8 And he spoke with them, saying, “If it is your wish that I bury my dead out of my sight, hear me, and meet with Ephron the son of Zohar for me,
8 καὶ ἐλάλησε πρὸς αὐτοὺς Ἁβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
9 that he may give me the cave of Machpelah which he has, which is at the end of his field. Let him give it to me at the full price, as property for a burial place among you.”
9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
10 Now Ephron dwelt among the sons of Heth; and Ephron the Hittite answered Abraham in the presence of the sons of Heth, all who entered at the gate of his city, saying,
10 Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων·
11 “No, my lord, hear me: I give you the field and the cave that is in it; I give it to you in the presence of the sons of my people. I give it to you. Bury your dead!”
11 παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου·
12 Then Abraham bowed himself down before the people of the land;
12 καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
13 and he spoke to Ephron in the hearing of the people of the land, saying, “If you will give it, please hear me. I will give you money for the field; take it from me and I will bury my dead there.”
13 καὶ εἶπε τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
14 And Ephron answered Abraham, saying to him,
14 ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἀβραὰμ λέγων·
15 “My lord, listen to me; the land is worth four hundred shekels of silver. What is that between you and me? So bury your dead.”
15 οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον.
16 And Abraham listened to Ephron; and Abraham weighed out the silver for Ephron which he had named in the hearing of the sons of Heth, four hundred shekels of silver, currency of the merchants.
16 καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀποκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
17 So the field of Ephron which was in Machpelah, which was before Mamre, the field and the cave which was in it, and all the trees that were in the field, which were within all the surrounding borders, were deeded
17 καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
18 to Abraham as a possession in the presence of the sons of Heth, before all who went in at the gate of his city.
18 τῷ Ἁβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
19 And after this, Abraham buried Sarah his wife in the cave of the field of Machpelah, before Mamre (that is, Hebron) in the land of Canaan.
19 μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν.
20 So the field and the cave that is in it were deeded to Abraham by the sons of Heth as property for a burial place.
20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.
NKJV translation