en
Old Testament
1 Now it came to pass after these things that God tested Abraham, and said to him, “Abraham!” And he said, “Here I am.”
1 ΚΑΙ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν Ἁβραὰμ καὶ εἶπεν αὐτῷ· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
2 Then He said, “Take now your son, your only son Isaac, whom you love, and go to the land of Moriah, and offer him there as a burnt offering on one of the mountains of which I shall tell you.”
2 καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
3 So Abraham rose early in the morning and saddled his donkey, and took two of his young men with him, and Isaac his son; and he split the wood for the burnt offering, and arose and went to the place of which God had told him.
3 ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
4 Then on the third day Abraham lifted his eyes and saw the place afar off.
4 καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.
5 And Abraham said to his young men, “Stay here with the donkey; the lad and I will go yonder and worship, and we will come back to you.”
5 καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.
6 So Abraham took the wood of the burnt offering and laid it on Isaac his son; and he took the fire in his hand, and a knife, and the two of them went together.
6 ἔλαβε δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.
7 But Isaac spoke to Abraham his father and said, “My father!” And he said, “Here I am, my son.” Then he said, “Look, the fire and the wood, but where is the lamb for a burnt offering?”
7 εἶπε δὲ Ἰσαὰκ πρὸς Ἁβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
8 And Abraham said, “My son, God will provide for Himself the lamb for a burnt offering.” So the two of them went together.
8 εἶπε δὲ Ἁβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα,
9 Then they came to the place of which God had told him. And Abraham built an altar there and placed the wood in order; and he bound Isaac his son and laid him on the altar, upon the wood.
9 ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἁβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.
10 And Abraham stretched out his hand and took the knife to slay his son.
10 καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ.
11 But the Angel of the LORD called to him from heaven and said, “Abraham, Abraham!” So he said, “Here I am.”
11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
12 And He said, “Do not lay your hand on the lad, or do anything to him; for now I know that you fear God, since you have not withheld your son, your only son, from Me.”
12 καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
13 Then Abraham lifted his eyes and looked, and there behind him was a ram caught in a thicket by its horns. So Abraham went and took the ram, and offered it up for a burnt offering instead of his son.
13 καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
14 And Abraham called the name of the place, The-LORD-Will-Provide; as it is said to this day, “In the Mount of the LORD it shall be provided.”
14 καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
15 Then the Angel of the LORD called to Abraham a second time out of heaven,
15 καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων·
16 and said: “By Myself I have sworn, says the LORD, because you have done this thing, and have not withheld your son, your only son—
16 κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ,
17 blessing I will bless you, and multiplying I will multiply your descendants as the stars of the heaven and as the sand which is on the seashore; and your descendants shall possess the gate of their enemies.
17 ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων·
18 In your seed all the nations of the earth shall be blessed, because you have obeyed My voice.”
18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
19 So Abraham returned to his young men, and they rose and went together to Beersheba; and Abraham dwelt at Beersheba.
19 ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
20 Now it came to pass after these things that it was told Abraham, saying, “Indeed Milcah also has borne children to your brother Nahor:
20 Ἐγένετο δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
21 Huz his firstborn, Buz his brother, Kemuel the father of Aram,
21 τὸν Οὒζ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων
22 Chesed, Hazo, Pildash, Jidlaph, and Bethuel.”
22 καὶ τὸν Χαζὰδ καὶ Ἀζαῦ καὶ τὸν Φαλδὲς καὶ τὸν Ἰελδὰφ καὶ τὸν Βαθουήλ·
23 And Bethuel begot Rebekah. These eight Milcah bore to Nahor, Abraham’s brother.
23 Βαθουὴλ δὲ ἐγέννησε τὴν Ρεβέκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
24 His concubine, whose name was Reumah, also bore Tebah, Gaham, Thahash, and Maachah.
24 καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ρεημά, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.
NKJV translation