en
Old Testament
1 Then the LORD appeared to him by the terebinth trees of Mamre, as he was sitting in the tent door in the heat of the day.
1 ΩΦΘΗ δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
2 So he lifted his eyes and looked, and behold, three men were standing by him; and when he saw them, he ran from the tent door to meet them, and bowed himself to the ground,
2 ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.
3 and said, “My Lord, if I have now found favor in Your sight, do not pass on by Your servant.
3 καὶ εἶπε· κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·
4 Please let a little water be brought, and wash your feet, and rest yourselves under the tree.
4 ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον·
5 And I will bring a morsel of bread, that you may refresh your hearts. After that you may pass by, inasmuch as you have come to your servant.” They said, “Do as you have said.”
5 καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν· οὕτω ποίησον, καθὼς εἴρηκας.
6 So Abraham hurried into the tent to Sarah and said, “Quickly, make ready three measures of fine meal; knead it and make cakes.”
6 καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.
7 And Abraham ran to the herd, took a tender and good calf, gave it to a young man, and he hastened to prepare it.
7 καὶ εἰς τὰς βόας ἔδραμεν Ἁβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό.
8 So he took butter and milk and the calf which he had prepared, and set it before them; and he stood by them under the tree as they ate.
8 ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.
9 Then they said to him, “Where is Sarah your wife?” So he said, “Here, in the tent.”
9 Εἶπε δὲ πρὸς αὐτόν· ποῦ Σάρρα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἰδοὺ ἐν τῇ σκηνῇ.
10 And He said, “I will certainly return to you according to the time of life, and behold, Sarah your wife shall have a son.” (Sarah was listening in the tent door which was behind him.)
10 εἶπε δέ· ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου. Σάρρα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.
11 Now Abraham and Sarah were old, well advanced in age; and Sarah had passed the age of childbearing.
11 Ἁβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπε δὲ τῇ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα.
12 Therefore Sarah laughed within herself, saying, “After I have grown old, shall I have pleasure, my lord being old also?”
12 ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ, λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.
13 And the LORD said to Abraham, “Why did Sarah laugh, saying, ‘Shall I surely bear a child, since I am old?’
13 καὶ εἶπε Κύριος πρὸς Ἁβραάμ· τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ, λέγουσα· ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.
14 Is anything too hard for the LORD? At the appointed time I will return to you, according to the time of life, and Sarah shall have a son.”
14 μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ρῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
15 But Sarah denied it, saying, “I did not laugh,” for she was afraid. And He said, “No, but you did laugh!”
15 ἠρνήσατο δὲ Σάρρα λέγουσα· οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν αὐτῇ· οὐχί, ἀλλὰ ἐγέλασας.
16 Then the men rose from there and looked toward Sodom, and Abraham went with them to send them on the way.
16 Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας. Ἁβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς.
17 And the LORD said, “Shall I hide from Abraham what I am doing,
17 ὁ δὲ Κύριος εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ.
18 since Abraham shall surely become a great and mighty nation, and all the nations of the earth shall be blessed in him?
18 Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.
19 For I have known him, in order that he may command his children and his household after him, that they keep the way of the LORD, to do righteousness and justice, that the LORD may bring to Abraham what He has spoken to him.”
19 ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.
20 And the LORD said, “Because the outcry against Sodom and Gomorrah is great, and because their sin is very grave,
20 εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.
21 I will go down now and see whether they have done altogether according to the outcry against it that has come to Me; and if not, I will know.”
21 καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.
22 Then the men turned away from there and went toward Sodom, but Abraham still stood before the LORD.
22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. Ἁβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου.
23 And Abraham came near and said, “Would You also destroy the righteous with the wicked?
23 καὶ ἐγγίσας Ἁβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;
24 Suppose there were fifty righteous within the city; would You also destroy the place and not spare it for the fifty righteous that were in it?
24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ;
25 Far be it from You to do such a thing as this, to slay the righteous with the wicked, so that the righteous should be as the wicked; far be it from You! Shall not the Judge of all the earth do right?”
25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;
26 So the LORD said, “If I find in Sodom fifty righteous within the city, then I will spare all the place for their sakes.”
26 εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς.
27 Then Abraham answered and said, “Indeed now, I who am but dust and ashes have taken it upon myself to speak to the Lord:
27 καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·
28 Suppose there were five less than the fifty righteous; would You destroy all of the city for lack of five?” So He said, “If I find there forty-five, I will not destroy it.”
28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε.
29 And he spoke to Him yet again and said, “Suppose there should be forty found there?” So He said, “I will not do it for the sake of forty.”
29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.
30 Then he said, “Let not the Lord be angry, and I will speak: Suppose thirty should be found there?” So He said, “I will not do it if I find thirty there.”
30 καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα.
31 And he said, “Indeed now, I have taken it upon myself to speak to the Lord: Suppose twenty should be found there?” So He said, “I will not destroy it for the sake of twenty.”
31 καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι.
32 Then he said, “Let not the Lord be angry, and I will speak but once more: Suppose ten should be found there?” And He said, “I will not destroy it for the sake of ten.”
32 καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.
33 So the LORD went His way as soon as He had finished speaking with Abraham; and Abraham returned to his place.
33 ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ, καὶ Ἁβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
NKJV translation