en
Old Testament
1 And it came to pass in the days of Amraphel king of Shinar, Arioch king of Ellasar, Chedorlaomer king of Elam, and Tidal king of nations,
1 ΕΓΕΝΕΤΟ δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναάρ, καὶ Ἀριὼχ βασιλέως Ἐλλασάρ, Χοδολλογομὸρ βασιλεὺς Ἐλὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν
2 that they made war with Bera king of Sodom, Birsha king of Gomorrah, Shinab king of Admah, Shemeber king of Zeboiim, and the king of Bela (that is, Zoar).
2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ).
3 All these joined together in the Valley of Siddim (that is, the Salt Sea).
3 πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν).
4 Twelve years they served Chedorlaomer, and in the thirteenth year they rebelled.
4 δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.
5 In the fourteenth year Chedorlaomer and the kings that were with him came and attacked the Rephaim in Ashteroth Karnaim, the Zuzim in Ham, the Emim in Shaveh Kiriathaim,
5 ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει
6 and the Horites in their mountain of Seir, as far as El Paran, which is by the wilderness.
6 καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
7 Then they turned back and came to En Mishpat (that is, Kadesh), and attacked all the country of the Amalekites, and also the Amorites who dwelt in Hazezon Tamar.
7 καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμορραίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ.
8 And the king of Sodom, the king of Gomorrah, the king of Admah, the king of Zeboiim, and the king of Bela (that is, Zoar) went out and joined together in battle in the Valley of Siddim
8 ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,
9 against Chedorlaomer king of Elam, Tidal king of nations, Amraphel king of Shinar, and Arioch king of Ellasar—four kings against five.
9 πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα Ἐλλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.
10 Now the Valley of Siddim was full of asphalt pits; and the kings of Sodom and Gomorrah fled; some fell there, and the remainder fled to the mountains.
10 ἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.
11 Then they took all the goods of Sodom and Gomorrah, and all their provisions, and went their way.
11 ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον.
12 They also took Lot, Abram’s brother’s son who dwelt in Sodom, and his goods, and departed.
12 ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ ¨Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.
13 Then one who had escaped came and told Abram the Hebrew, for he dwelt by the terebinth trees of Mamre the Amorite, brother of Eshcol and brother of Aner; and they were allies with Abram.
13 Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν ¨Αβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ Ἀμορραίου τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ ¨Αβραμ.
14 Now when Abram heard that his brother was taken captive, he armed his three hundred and eighteen trained servants who were born in his own house, and went in pursuit as far as Dan.
14 ἀκούσας δὲ ¨Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν.
15 He divided his forces against them by night, and he and his servants attacked them and pursued them as far as Hobah, which is north of Damascus.
15 καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
16 So he brought back all the goods, and also brought back his brother Lot and his goods, as well as the women and the people.
16 καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
17 And the king of Sodom went out to meet him at the Valley of Shaveh (that is, the King’s Valley), after his return from the defeat of Chedorlaomer and the kings who were with him.
17 Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων).
18 Then Melchizedek king of Salem brought out bread and wine; he was the priest of God Most High.
18 καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
19 And he blessed him and said: “Blessed be Abram of God Most High, Possessor of heaven and earth;
19 καὶ εὐλόγησε τὸν ¨Αβραμ καὶ εἶπεν· εὐλογημένος ¨Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.
20 And blessed be God Most High, Who has delivered your enemies into your hand.” And he gave him a tithe of all.
20 καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ ¨Αβραμ δεκάτην ἀπὸ πάντων.
21 Now the king of Sodom said to Abram, “Give me the persons, and take the goods for yourself.”
21 εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς ¨Αβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.
22 But Abram said to the king of Sodom, “I have raised my hand to the LORD, God Most High, the Possessor of heaven and earth,
22 εἶπε δὲ ¨Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,
23 that I will take nothing, from a thread to a sandal strap, and that I will not take anything that is yours, lest you should say, ‘I have made Abram rich’—
23 εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν ¨Αβραμ·
24 except only what the young men have eaten, and the portion of the men who went with me: Aner, Eshcol, and Mamre; let them take their portion.”
24 πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.
NKJV translation