en
Old Testament
1 Then Abram went up from Egypt, he and his wife and all that he had, and Lot with him, to the South.
1 ΑΝΕΒΗ δὲ ¨Αβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον.
2 Abram was very rich in livestock, in silver, and in gold.
2 ¨Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ.
3 And he went on his journey from the South as far as Bethel, to the place where his tent had been at the beginning, between Bethel and Ai,
3 καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαί,
4 to the place of the altar which he had made there at first. And there Abram called on the name of the LORD.
4 εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ ¨Αβραμ τὸ ὄνομα τοῦ Κυρίου.
5 Lot also, who went with Abram, had flocks and herds and tents.
5 καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ ¨Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί.
6 Now the land was not able to support them, that they might dwell together, for their possessions were so great that they could not dwell together.
6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα.
7 And there was strife between the herdsmen of Abram’s livestock and the herdsmen of Lot’s livestock. The Canaanites and the Perizzites then dwelt in the land.
7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ ¨Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν.
8 So Abram said to Lot, “Please let there be no strife between you and me, and between my herdsmen and your herdsmen; for we are brethren.
8 εἶπε δὲ ¨Αβραμ τῷ Λώτ· μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς.
9 Is not the whole land before you? Please separate from me. If you take the left, then I will go to the right; or, if you go to the right, then I will go to the left.”
9 οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπ᾿ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά.
10 And Lot lifted his eyes and saw all the plain of Jordan, that it was well watered everywhere (before the LORD destroyed Sodom and Gomorrah) like the garden of the LORD, like the land of Egypt as you go toward Zoar.
10 καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμορρα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα.
11 Then Lot chose for himself all the plain of Jordan, and Lot journeyed east. And they separated from each other.
11 καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.
12 Abram dwelt in the land of Canaan, and Lot dwelt in the cities of the plain and pitched his tent even as far as Sodom.
12 ¨Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις·
13 But the men of Sodom were exceedingly wicked and sinful against the LORD.
13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα.
14 And the LORD said to Abram, after Lot had separated from him: “Lift your eyes now and look from the place where you are— northward, southward, eastward, and westward;
14 Ὁ δὲ Θεὸς εἶπε τῷ ¨Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐτοῦ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σύ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·
15 for all the land which you see I give to you and your descendants forever.
15 ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.
16 And I will make your descendants as the dust of the earth; so that if a man could number the dust of the earth, then your descendants also could be numbered.
16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.
17 Arise, walk in the land through its length and its width, for I give it to you.”
17 ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα.
18 Then Abram moved his tent, and went and dwelt by the terebinth trees of Mamre, which are in Hebron, and built an altar there to the LORD.
18 καὶ ἀποσκηνώσας ¨Αβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.
NKJV translation