en
Old Testament
1 Now the LORD had said to Abram: “Get out of your country, From your family And from your father’s house, To a land that I will show you.
1 ΚΑΙ εἶπε Κύριος τῷ ¨Αβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·
2 I will make you a great nation; I will bless you And make your name great; And you shall be a blessing.
2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος·
3 I will bless those who bless you, And I will curse him who curses you; And in you all the families of the earth shall be blessed.”
3 καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
4 So Abram departed as the LORD had spoken to him, and Lot went with him. And Abram was seventy-five years old when he departed from Haran.
4 καὶ ἐπορεύθη ¨Αβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. ¨Αβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαρράν.
5 Then Abram took Sarai his wife and Lot his brother’s son, and all their possessions that they had gathered, and the people whom they had acquired in Haran, and they departed to go to the land of Canaan. So they came to the land of Canaan.
5 καὶ ἔλαβεν ¨Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν.
6 Abram passed through the land to the place of Shechem, as far as the terebinth tree of Moreh. And the Canaanites were then in the land.
6 καὶ διώδευσεν ¨Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
7 Then the LORD appeared to Abram and said, “To your descendants I will give this land.” And there he built an altar to the LORD, who had appeared to him.
7 καὶ ὤφθη Κύριος τῷ ¨Αβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ ¨Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
8 And he moved from there to the mountain east of Bethel, and he pitched his tent with Bethel on the west and Ai on the east; there he built an altar to the LORD and called on the name of the LORD.
8 καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου.
9 So Abram journeyed, going on still toward the South.
9 καὶ ἀπῇρεν ¨Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
10 Now there was a famine in the land, and Abram went down to Egypt to dwell there, for the famine was severe in the land.
10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη ¨Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
11 And it came to pass, when he was close to entering Egypt, that he said to Sarai his wife, “Indeed I know that you are a woman of beautiful countenance.
11 ἐγένετο δέ, ἡνίκα ἤγγισεν ¨Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν ¨Αβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ·
12 Therefore it will happen, when the Egyptians see you, that they will say, ‘This is his wife’; and they will kill me, but they will let you live.
12 ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.
13 Please say you are my sister, that it may be well with me for your sake, and that I may live because of you.”
13 εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
14 So it was, when Abram came into Egypt, that the Egyptians saw the woman, that she was very beautiful.
14 ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν ¨Αβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα,
15 The princes of Pharaoh also saw her and commended her to Pharaoh. And the woman was taken to Pharaoh’s house.
15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῃ£νεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ·
16 He treated Abram well for her sake. He had sheep, oxen, male donkeys, male and female servants, female donkeys, and camels.
16 καὶ τῷ ¨Αβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.
17 But the LORD plagued Pharaoh and his house with great plagues because of Sarai, Abram’s wife.
17 καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς ¨Αβραμ.
18 And Pharaoh called Abram and said, “What is this you have done to me? Why did you not tell me that she was your wife?
18 καλέσας δὲ Φαραὼ τὸν ¨Αβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν;
19 Why did you say, ‘She is my sister’? I might have taken her as my wife. Now therefore, here is your wife; take her and go your way.”
19 ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε.
20 So Pharaoh commanded his men concerning him; and they sent him away, with his wife and all that he had.
20 καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ ¨Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ.
NKJV translation