en
Old Testament
1 Now this is the genealogy of the sons of Noah: Shem, Ham, and Japheth. And sons were born to them after the flood.
1 ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
2 The sons of Japheth were Gomer, Magog, Madai, Javan, Tubal, Meshech, and Tiras.
2 Υἱοὶ Ἰάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ Ἰωύαν καὶ Ἐλισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας.
3 The sons of Gomer were Ashkenaz, Riphath, and Togarmah.
3 καὶ υἱοὶ Γαμέρ· Ἀσχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά.
4 The sons of Javan were Elishah, Tarshish, Kittim, and Dodanim.
4 καὶ υἱοὶ Ἰωύαν· Ἐλισὰ καὶ Θάρσεις, Κίτιοι, Ρόδιοι.
5 From these the coastland peoples of the Gentiles were separated into their lands, everyone according to his language, according to their families, into their nations.
5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
6 The sons of Ham were Cush, Mizraim, Put, and Canaan.
6 Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μερσαΐν Φοὺδ καὶ Χαναάν.
7 The sons of Cush were Seba, Havilah, Sabtah, Raamah, and Sabtechah; and the sons of Raamah were Sheba and Dedan.
7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν.
8 Cush begot Nimrod; he began to be a mighty one on the earth.
8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς·
9 He was a mighty hunter before the LORD; therefore it is said, “Like Nimrod the mighty hunter before the LORD.”
9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
10 And the beginning of his kingdom was Babel, Erech, Accad, and Calneh, in the land of Shinar.
10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ.
11 From that land he went to Assyria and built Nineveh, Rehoboth Ir, Calah,
11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ
12 and Resen between Nineveh and Calah (that is the principal city).
12 καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.
13 Mizraim begot Ludim, Anamim, Lehabim, Naphtuhim,
13 καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς Ἐνεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ
14 Pathrusim, and Casluhim (from whom came the Philistines and Caphtorim).
14 καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθε Φυλιστιείμ, καὶ τοὺς Καφθοριείμ.
15 Canaan begot Sidon his firstborn, and Heth;
15 Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ
16 the Jebusite, the Amorite, and the Girgashite;
16 καὶ τὸν Χετταῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον
17 the Hivite, the Arkite, and the Sinite;
17 καὶ τὸν Ἀσενναῖον καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί.
18 the Arvadite, the Zemarite, and the Hamathite. Afterward the families of the Canaanites were dispersed.
18 καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων,
19 And the border of the Canaanites was from Sidon as you go toward Gerar, as far as Gaza; then as you go toward Sodom, Gomorrah, Admah, and Zeboiim, as far as Lasha.
19 καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
20 These were the sons of Ham, according to their families, according to their languages, in their lands and in their nations.
20 οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
21 And children were born also to Shem, the father of all the children of Eber, the brother of Japheth the elder.
21 Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ¨Εβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος.
22 The sons of Shem were Elam, Asshur, Arphaxad, Lud, and Aram.
22 υἱοὶ Σήμ· Ἐλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀρὰμ καὶ Καϊνᾶν.
23 The sons of Aram were Uz, Hul, Gether, and Mash.
23 καὶ υἱοὶ Ἀράμ· Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ.
24 Arphaxad begot Salah, and Salah begot Eber.
24 καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν ¨Εβερ.
25 To Eber were born two sons: the name of one was Peleg, for in his days the earth was divided; and his brother’s name was Joktan.
25 καὶ τῷ ¨Εβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
26 Joktan begot Almodad, Sheleph, Hazarmaveth, Jerah,
26 Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ Ἰαρὰχ καὶ Ὁδορρὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ
27 Hadoram, Uzal, Diklah,
27 καὶ Εὐὰλ καὶ Ἀβιμαὲλ καὶ Σαβὰ
28 Obal, Abimael, Sheba,
28 καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ Ἰωβάβ.
29 Ophir, Havilah, and Jobab. All these were the sons of Joktan.
29 πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
30 And their dwelling place was from Mesha as you go toward Sephar, the mountain of the east.
30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν.
31 These were the sons of Shem, according to their families, according to their languages, in their lands, according to their nations.
31 οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
32 These were the families of the sons of Noah, according to their generations, in their nations; and from these the nations were divided on the earth after the flood.
32 Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
NKJV translation