en
Old Testament
1 Then he brought me back to the door of the temple; and there was water, flowing from under the threshold of the temple toward the east, for the front of the temple faced east; the water was flowing from under the right side of the temple, south of the altar.
1 ΚΑΙ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατὰ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπε κατὰ ἀνατολάς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον.
2 He brought me out by way of the north gate, and led me around on the outside to the outer gateway that faces east; and there was water, running out on the right side.
2 καὶ ἐξήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ περιήγαγέ με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ.
3 And when the man went out to the east with the line in his hand, he measured one thousand cubits, and he brought me through the waters; the water came up to my ankles.
3 καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας, καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διεμέτρησε χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·
4 Again he measured one thousand and brought me through the waters; the water came up to my knees. Again he measured one thousand and brought me through; the water came up to my waist.
4 καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος·
5 Again he measured one thousand, and it was a river that I could not cross; for the water was too deep, water in which one must swim, a river that could not be crossed.
5 καὶ διεμέτρησε χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζε τὸ ὕδωρ ὡς ροῖζος χειμάρρου, ὃν οὐ διαβήσονται.
6 He said to me, “Son of man, have you seen this?” Then he brought me and returned me to the bank of the river.
6 καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου; καὶ ἤγαγέ με καὶ ἐπέστρεψέ με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ.
7 When I returned, there, along the bank of the river, were very many trees on one side and the other.
7 ἐν τῇ ἐπιστροφῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν.
8 Then he said to me: “This water flows toward the eastern region, goes down into the valley, and enters the sea. When it reaches the sea, its waters are healed.
8 καὶ εἶπε πρός με· τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα.
9 And it shall be that every living thing that moves, wherever the rivers go, will live. There will be a very great multitude of fish, because these waters go there; for they will be healed, and everything will live wherever the river goes.
9 καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐφ᾿ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται. καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν ἐφ᾿ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.
10 It shall be that fishermen will stand by it from En Gedi to En Eglaim; they will be places for spreading their nets. Their fish will be of the same kinds as the fish of the Great Sea, exceedingly many.
10 καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Αἰνγαδεὶν ἕως Ἐναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθ᾿ ἑαυτὴν ἔσται, καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα.
11 But its swamps and marshes will not be healed; they will be given over to salt.
11 καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται.
12 Along the bank of the river, on this side and that, will grow all kinds of trees used for food; their leaves will not wither, and their fruit will not fail. They will bear fruit every month, because their water flows from the sanctuary. Their fruit will be for food, and their leaves for medicine.”
12 καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωθῇ ἐπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἐκλείπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν.
13 Thus says the Lord GOD: “These are the borders by which you shall divide the land as an inheritance among the twelve tribes of Israel. Joseph shall have two portions.
13 Τάδε λέγει Κύριος Θεός· ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος.
14 You shall inherit it equally with one another; for I raised My hand in an oath to give it to your fathers, and this land shall fall to you as your inheritance.
14 καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.
15 “This shall be the border of the land on the north: from the Great Sea, by the road to Hethlon, as one goes to Zedad,
15 καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορρᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου Ἠμὰθ Σεδαδά,
16 Hamath, Berothah, Sibraim (which is between the border of Damascus and the border of Hamath), to Hazar Hatticon (which is on the border of Hauran).
16 Βηρωθὰ Σεβραὶμ Ἡλιὰμ ἀναμέσον ὁρίων Δαμασκοῦ καὶ ἀναμέσον ὁρίων Ἠμάθ, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὐρανίτιδος.
17 Thus the boundary shall be from the Sea to Hazar Enan, the border of Damascus; and as for the north, northward, it is the border of Hamath. This is the north side.
17 ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν.
18 “On the east side you shall mark out the border from between Hauran and Damascus, and between Gilead and the land of Israel, along the Jordan, and along the eastern side of the sea. This is the east side.
18 καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Αὐρανίτιδος καὶ ἀναμέσον Δαμασκοῦ καὶ ἀναμέσον τῆς Γαλααδίτιδος καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.
19 “The south side, toward the South, shall be from Tamar to the waters of Meribah by Kadesh, along the brook to the Great Sea. This is the south side, toward the South.
19 καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος ἕως ὕδατος Μαριμὼθ Κάδης παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·
20 “The west side shall be the Great Sea, from the southern boundary until one comes to a point opposite Hamath. This is the west side.
20 τοῦτο τὸ μέρος νότος καὶ λίψ. τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου Ἠμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστι τὰ πρὸς θάλασσαν Ἠμάθ.
21 “Thus you shall divide this land among yourselves according to the tribes of Israel.
21 καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ἰσραήλ.
22 It shall be that you will divide it by lot as an inheritance for yourselves, and for the strangers who dwell among you and who bear children among you. They shall be to you as native-born among the children of Israel; they shall have an inheritance with you among the tribes of Israel.
22 βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ, μεθ᾿ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραήλ·
23 And it shall be that in whatever tribe the stranger dwells, there you shall give him his inheritance,” says the Lord GOD.
23 καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ᾿ αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος Θεός.
NKJV translation