en
Old Testament
1 ‘Thus says the Lord GOD: “The gateway of the inner court that faces toward the east shall be shut the six working days; but on the Sabbath it shall be opened, and on the day of the New Moon it shall be opened.
1 ΤΑΔΕ λέγει Κύριος Θεός· ἡ πύλη ἡ ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς, ἐν δὲ τῇ ἡμέρᾳ τῶν σαββάτων ἀνοιχθήσεται καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας ἀνοιχθήσεται.
2 The prince shall enter by way of the vestibule of the gateway from the outside, and stand by the gatepost. The priests shall prepare his burnt offering and his peace offerings. He shall worship at the threshold of the gate. Then he shall go out, but the gate shall not be shut until evening.
2 καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ·
3 Likewise the people of the land shall worship at the entrance to this gateway before the LORD on the Sabbaths and the New Moons.
3 καὶ προσκυνήσει ἐπὶ τοῦ προθύρου τῆς πύλης καὶ ἐξελεύσεται καὶ ἡ πύλη οὐ μὴ κλεισθῇ ἕως ἑσπέρας. καὶ προσκυνήσει ὁ λαὸς τῆς γῆς κατὰ τὰ πρόθυρα τῆς πύλης ἐκείνης ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις ἐναντίον Κυρίου.
4 The burnt offering that the prince offers to the LORD on the Sabbath day shall be six lambs without blemish, and a ram without blemish;
4 καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τῷ Κυρίῳ· ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων ἓξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον
5 and the grain offering shall be one ephah for a ram, and the grain offering for the lambs, as much as he wants to give, as well as a hin of oil with every ephah.
5 καὶ μαναὰ πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς θυσίαν δόμα χειρὸς αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι.
6 On the day of the New Moon it shall be a young bull without blemish, six lambs, and a ram; they shall be without blemish.
6 καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας μόσχον ἄμωμον καὶ ἓξ ἀμνούς, καὶ κριὸς ἄμωμος ἔσται,
7 He shall prepare a grain offering of an ephah for a bull, an ephah for a ram, as much as he wants to give for the lambs, and a hin of oil with every ephah.
7 καὶ πέμμα τῷ κριῷ καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναά, καὶ τοῖς ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι.
8 When the prince enters, he shall go in by way of the vestibule of the gateway, and go out the same way.
8 καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν τῆς πύλης ἐξελεύσεται.
9 “But when the people of the land come before the LORD on the appointed feast days, whoever enters by way of the north gate to worship shall go out by way of the south gate; and whoever enters by way of the south gate shall go out by way of the north gate. He shall not return by way of the gate through which he came, but shall go out through the opposite gate.
9 καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τῆς γῆς ἐναντίον Κυρίου ἐν ταῖς ἑορταῖς, ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν προσκυνεῖν ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον, καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν· οὐκ ἀναστρέψει κατὰ τὴν πύλην, εἰς ἣν εἰσελήλυθεν, ἀλλ' ἢ κατ' εὐθὺ αὐτῆς ἐξελεύσεται.
10 The prince shall then be in their midst. When they go in, he shall go in; and when they go out, he shall go out.
10 καὶ ὁ ἀφηγούμενος ἐν μέσῳ αὐτῶν ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετ' αὐτῶν καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται.
11 At the festivals and the appointed feast days the grain offering shall be an ephah for a bull, an ephah for a ram, as much as he wants to give for the lambs, and a hin of oil with every ephah.
11 καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν ἔσται τὸ μαναὰ πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι.
12 “Now when the prince makes a voluntary burnt offering or voluntary peace offering to the LORD, the gate that faces toward the east shall then be opened for him; and he shall prepare his burnt offering and his peace offerings as he did on the Sabbath day. Then he shall go out, and after he goes out the gate shall be shut.
12 ἐὰν δέ ποιήσῃ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τῷ Κυρίῳ, καὶ ἀνοίξῃ ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ, ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθεῖν αὐτόν.
13 “You shall daily make a burnt offering to the LORD of a lamb of the first year without blemish; you shall prepare it every morning.
13 καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθ' ἡμέραν τῷ Κυρίῳ, πρωΐ ποιήσει αὐτόν·
14 And you shall prepare a grain offering with it every morning, a sixth of an ephah, and a third of a hin of oil to moisten the fine flour. This grain offering is a perpetual ordinance, to be made regularly to the LORD.
14 καὶ μαναὰ ποιήσει ἐπ' αὐτῷ τὸ πρωΐ ἕκτον τοῦ μέτρου καὶ ἐλαίου τὸ τρίτον τοῦ εἲν τοῦ ἀναμεῖξαι τὴν σεμίδαλιν μαναὰ τῷ Κυρίῳ, πρόσταγμα διαπαντός.
15 Thus they shall prepare the lamb, the grain offering, and the oil, as a regular burnt offering every morning.”
15 ποιήσετε τὸν ἀμνὸν καὶ τὸ μαναὰ καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωΐ ὁλοκαύτωμα διὰ παντός.
16 ‘Thus says the Lord GOD: “If the prince gives a gift of some of his inheritance to any of his sons, it shall belong to his sons; it is their possession by inheritance.
16 Τάδε λέγει Κύριος Θεός· ἐὰν δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται κατάσχεσις ἐν κληρονομίᾳ.
17 But if he gives a gift of some of his inheritance to one of his servants, it shall be his until the year of liberty, after which it shall return to the prince. But his inheritance shall belong to his sons; it shall become theirs.
17 ἐὰν δὲ δῷ δόμα ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως, καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ· πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ, αὐτοῖς ἔσται.
18 Moreover the prince shall not take any of the people’s inheritance by evicting them from their property; he shall provide an inheritance for his sons from his own property, so that none of My people may be scattered from his property.” ’ ”
18 καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ τοῦ καταδυναστεῦσαι αὐτούς· ἐκ τῆς κατασχέσεως αὐτοῦ κατακληρονομήσει τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἐκ τῆς κατασχέσεως αὐτοῦ. ~
19 Now he brought me through the entrance, which was at the side of the gate, into the holy chambers of the priests which face toward the north; and there a place was situated at their extreme western end.
19 Καὶ εἰσήγαγέ με εἰς τήν εἴσοδον τῆς κατὰ νώτου τῆς πύλης εἰς τὴν ἐξέδραν τῶν ἁγίων τῶν ἱερέων τὴν βλέπουσαν πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ τόπος κεχωρισμένος.
20 And he said to me, “This is the place where the priests shall boil the trespass offering and the sin offering, and where they shall bake the grain offering, so that they do not bring them out into the outer court to sanctify the people.”
20 καὶ εἶπε πρός με· οὗτος ὁ τόπος ἐστίν, οὗ ἑψήσουσιν ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἐκεῖ πέψουσι τὸ μαναὰ τὸ παράπαν τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν τοῦ ἁγιάζειν τὸν λαόν.
21 Then he brought me out into the outer court and caused me to pass by the four corners of the court; and in fact, in every corner of the court there was another court.
21 καὶ ἐξήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ περιήγαγέ με ἐπὶ τὰ τέσσαρα μέρη τῆς αὐλῆς, καὶ ἰδοὺ αὐλὴ κατὰ τὸ κλίτος τῆς αὐλῆς·
22 In the four corners of the court were enclosed courts, forty cubits long and thirty wide; all four corners were the same size.
22 ἐπὶ τὰ τέσσαρα κλίτη τῆς αὐλῆς αὐλὴ μικρά, μήκους πηχῶν τεσσαράκοντα καὶ εὖρος πηχῶν τριάκοντα, μέτρον ἓν ταῖς τέσσαρσι.
23 There was a row of building stones all around in them, all around the four of them; and cooking hearths were made under the rows of stones all around.
23 καὶ ἐξέδραι κύκλῳ ἐν αὐταῖς, κύκλῳ ταῖς τέσσαρσι, καὶ μαγειρεῖα γεγονότα ὑποκάτω τῶν ἐξεδρῶν κύκλῳ.
24 And he said to me, “These are the kitchens where the ministers of the temple shall boil the sacrifices of the people.”
24 καὶ εἶπε πρός με· οὗτοι οἱ οἶκοι τῶν μαγειρείων, οὗ ἑψήσουσιν ἐκεῖ οἱ λειτουργοῦντες τῷ οἴκῳ τὰ θύματα τοῦ λαοῦ.
NKJV translation