en
Old Testament
1 “Moreover, when you divide the land by lot into inheritance, you shall set apart a district for the LORD, a holy section of the land; its length shall be twenty-five thousand cubits, and the width ten thousand. It shall be holy throughout its territory all around.
1 ΚΑΙ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ Κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἴκοσι χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν.
2 Of this there shall be a square plot for the sanctuary, five hundred by five hundred rods, with fifty cubits around it for an open space.
2 καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόθεν, καὶ πεντήκοντα πήχεις διάστημα αὐτῷ κυκλόθεν.
3 So this is the district you shall measure: twenty-five thousand cubits long and ten thousand wide; in it shall be the sanctuary, the Most Holy Place.
3 καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὖρος εἴκοσι χιλιάδας, καὶ ἐν αὐτῇ ἔσται τὸ ἁγίασμα ἅγια τῶν ἁγίων.
4 It shall be a holy section of the land, belonging to the priests, the ministers of the sanctuary, who come near to minister to the LORD; it shall be a place for their houses and a holy place for the sanctuary.
4 ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ Κυρίῳ, καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφωρισμένους τῷ ἁγιασμῷ αὐτῶν.
5 An area twenty-five thousand cubits long and ten thousand wide shall belong to the Levites, the ministers of the temple; they shall have twenty chambers as a possession.
5 εἴκοσι καὶ πέντε χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδες ἔσται τοῖς Λευίταις τοῖς λειτουργοῦσι τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν, πόλεις τοῦ κατοικεῖν.
6 “You shall appoint as the property of the city an area five thousand cubits wide and twenty-five thousand long, adjacent to the district of the holy section; it shall belong to the whole house of Israel.
6 καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας· ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ἰσραὴλ ἔσονται.
7 “The prince shall have a section on one side and the other of the holy district and the city’s property; and bordering on the holy district and the city’s property, extending westward on the west side and eastward on the east side, the length shall be side by side with one of the tribal portions, from the west border to the east border.
7 καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς, καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν καὶ τό μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς.
8 The land shall be his possession in Israel; and My princes shall no more oppress My people, but they shall give the rest of the land to the house of Israel, according to their tribes.”
8 καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ἰσραήλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ἰσραὴλ κατὰ φυλὰς αὐτῶν.
9 ‘Thus says the Lord GOD: “Enough, O princes of Israel! Remove violence and plundering, execute justice and righteousness, and stop dispossessing My people,” says the Lord GOD.
9 τάδε λέγει Κύριος Θεός· ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῦ Ἰσραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε, ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός.
10 “You shall have honest scales, an honest ephah, and an honest bath.
10 ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν.
11 The ephah and the bath shall be of the same measure, so that the bath contains one-tenth of a homer, and the ephah one-tenth of a homer; their measure shall be according to the homer.
11 τὸ μέτρον καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γομὸρ ἡ χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γομὸρ τὸ μέτρον, πρὸς τὸ γομὸρ ἔσται ἴσον.
12 The shekel shall be twenty gerahs; twenty shekels, twenty-five shekels, and fifteen shekels shall be your mina.
12 καὶ τὰ στάθμια εἴκοσιν ὀβολοί· οἱ πέντε σίκλοι πέντε, καὶ οἱ δέκα σίκλοι δέκα, καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται ὑμῖν. ~
13 “This is the offering which you shall offer: you shall give one-sixth of an ephah from a homer of wheat, and one-sixth of an ephah from a homer of barley.
13 Καὶ αὕτη ἡ ἀπαρχή, ἣν ἀφοριεῖτε, ἕκτον μέτρου ἀπὸ τοῦ γομὸρ τοῦ πυροῦ καὶ τὸ ἕκτον τοῦ οἰφὶ ἀπὸ τοῦ κόρου τῶν κριθῶν.
14 The ordinance concerning oil, the bath of oil, is one-tenth of a bath from a kor. A kor is a homer or ten baths, for ten baths are a homer.
14 καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου· κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶ γομόρ.
15 And one lamb shall be given from a flock of two hundred, from the rich pastures of Israel. These shall be for grain offerings, burnt offerings, and peace offerings, to make atonement for them,” says the Lord GOD.
15 καὶ πρόβατον ἀπὸ τῶν δέκα προβάτων ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ἰσραὴλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν λέγει Κύριος Θεός.
16 “All the people of the land shall give this offering for the prince in Israel.
16 καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ Ἰσραήλ.
17 Then it shall be the prince’s part to give burnt offerings, grain offerings, and drink offerings, at the feasts, the New Moons, the Sabbaths, and at all the appointed seasons of the house of Israel. He shall prepare the sin offering, the grain offering, the burnt offering, and the peace offerings to make atonement for the house of Israel.”
17 καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ἰσραήλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου τοῦ ἐξιλάσκεσθαι ὑπὲρ τοῦ οἴκου Ἰσραήλ.
18 ‘Thus says the Lord GOD: “In the first month, on the first day of the month, you shall take a young bull without blemish and cleanse the sanctuary.
18 Τάδε λέγει Κύριος Θεός· ἐν τῷ πρώτῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήψεσθε μόσχον ἐκ βοῶν ἄμωμον τοῦ ἐξιλάσασθαι τὸ ἅγιον.
19 The priest shall take some of the blood of the sin offering and put it on the doorposts of the temple, on the four corners of the ledge of the altar, and on the gateposts of the gate of the inner court.
19 καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας.
20 And so you shall do on the seventh day of the month for everyone who has sinned unintentionally or in ignorance. Thus you shall make atonement for the temple.
20 καὶ οὕτως ποιήσεις ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνός, λήψῃ παρ' ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσθε τὸν οἶκον.
21 “In the first month, on the fourteenth day of the month, you shall observe the Passover, a feast of seven days; unleavened bread shall be eaten.
21 καὶ ἐν τῷ πρώτῳ μηνί, τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός, ἔσται ὑμῖν τὸ πάσχα ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.
22 And on that day the prince shall prepare for himself and for all the people of the land a bull for a sin offering.
22 καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὐτοῦ καὶ τοῦ οἴκου καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς μόσχον ὑπὲρ ἁμαρτίας.
23 On the seven days of the feast he shall prepare a burnt offering to the LORD, seven bulls and seven rams without blemish, daily for seven days, and a kid of the goats daily for a sin offering.
23 καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ Κυρίῳ, ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ' ἡμέραν, τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγῶν καθ' ἡμέραν.
24 And he shall prepare a grain offering of one ephah for each bull and one ephah for each ram, together with a hin of oil for each ephah.
24 καὶ θυσίαν πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ ποιήσεις καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι.
25 “In the seventh month, on the fifteenth day of the month, at the feast, he shall do likewise for seven days, according to the sin offering, the burnt offering, the grain offering, and the oil.”
25 καὶ ἐν τῷ ἑβδόμῳ μηνί, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐν τῇ ἑορτῇ, ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναὰ καὶ καθὼς τὸ ἔλαιον.
NKJV translation