en
Old Testament
1 Then He brought me back to the outer gate of the sanctuary which faces toward the east, but it was shut.
1 ΚΑΙ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη.
2 And the LORD said to me, “This gate shall be shut; it shall not be opened, and no man shall enter by it, because the LORD God of Israel has entered by it; therefore it shall be shut.
2 καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη·
3 As for the prince, because he is the prince, he may sit in it to eat bread before the LORD; he shall enter by way of the vestibule of the gateway, and go out the same way.”
3 διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. κατὰ τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. ~
4 Also He brought me by way of the north gate to the front of the temple; so I looked, and behold, the glory of the LORD filled the house of the LORD; and I fell on my face.
4 Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
5 And the LORD said to me, “Son of man, mark well, see with your eyes and hear with your ears, all that I say to you concerning all the ordinances of the house of the LORD and all its laws. Mark well who may enter the house and all who go out from the sanctuary.
5 καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὠσί σου ἄκουε πάντα, ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τά προστάγματα τοῦ οἴκου Κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις.
6 “Now say to the rebellious, to the house of Israel, ‘Thus says the Lord GOD: “O house of Israel, let Us have no more of all your abominations.
6 καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος ὁ Θεός· ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραήλ,
7 When you brought in foreigners, uncircumcised in heart and uncircumcised in flesh, to be in My sanctuary to defile it—My house—and when you offered My food, the fat and the blood, then they broke My covenant because of all your abominations.
7 τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκὶ τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου, καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους, στέαρ καὶ αἷμα, καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν
8 And you have not kept charge of My holy things, but you have set others to keep charge of My sanctuary for you.”
8 καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου.
9 Thus says the Lord GOD: “No foreigner, uncircumcised in heart or uncircumcised in flesh, shall enter My sanctuary, including any foreigner who is among the children of Israel.
9 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραήλ,
10 “And the Levites who went far from Me, when Israel went astray, who strayed away from Me after their idols, they shall bear their iniquity.
10 ἀλλ' ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπ' ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπ' ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν, καὶ λήψονται ἀδικίαν αὐτῶν
11 Yet they shall be ministers in My sanctuary, as gatekeepers of the house and ministers of the house; they shall slay the burnt offering and the sacrifice for the people, and they shall stand before them to minister to them.
11 καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσι τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς.
12 Because they ministered to them before their idols and caused the house of Israel to fall into iniquity, therefore I have raised My hand in an oath against them,” says the Lord GOD, “that they shall bear their iniquity.
12 ἀνθ' ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ Ἰσραὴλ εἰς κόλασιν ἀδικίας, ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπ' αὐτούς, λέγει Κύριος ὁ Θεός,
13 And they shall not come near Me to minister to Me as priest, nor come near any of My holy things, nor into the Most Holy Place; but they shall bear their shame and their abominations which they have committed.
13 καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ἰσραὴλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει, ᾗ ἐπλανήθησαν.
14 Nevertheless I will make them keep charge of the temple, for all its work, and for all that has to be done in it.
14 καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα, ὅσα ἂν ποιήσωσιν.
15 “But the priests, the Levites, the sons of Zadok, who kept charge of My sanctuary when the children of Israel went astray from Me, they shall come near Me to minister to Me; and they shall stand before Me to offer to Me the fat and the blood,” says the Lord GOD.
15 οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδούκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπ' ἐμοῦ, οὗτοι προσάξουσι πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός.
16 “They shall enter My sanctuary, and they shall come near My table to minister to Me, and they shall keep My charge.
16 οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι καὶ φυλάξουσι τὰς φυλακάς μου.
17 And it shall be, whenever they enter the gates of the inner court, that they shall put on linen garments; no wool shall come upon them while they minister within the gates of the inner court or within the house.
17 καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας στολὰς λινᾶς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἔρια ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς·
18 They shall have linen turbans on their heads and linen trousers on their bodies; they shall not clothe themselves with anything that causes sweat.
18 καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ οὐ περιζώσονται βίᾳ.
19 When they go out to the outer court, to the outer court to the people, they shall take off their garments in which they have ministered, leave them in the holy chambers, and put on other garments; and in their holy garments they shall not sanctify the people.
19 καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς, καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.
20 “They shall neither shave their heads nor let their hair grow long, but they shall keep their hair well trimmed.
20 καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσι, καλύπτοντες καλύψουσι τὰς κεφαλὰς αὐτῶν.
21 No priest shall drink wine when he enters the inner court.
21 καὶ οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν.
22 They shall not take as wife a widow or a divorced woman, but take virgins of the descendants of the house of Israel, or widows of priests.
22 καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλ' ἢ παρθένον ἐκ τοῦ σπέρματος Ἰσραήλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήψονται.
23 “And they shall teach My people the difference between the holy and the unholy, and cause them to discern between the unclean and the clean.
23 καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς.
24 In controversy they shall stand as judges, and judge it according to My judgments. They shall keep My laws and My statutes in all My appointed meetings, and they shall hallow My Sabbaths.
24 καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσι καὶ τὰ κρίματά μου κρινοῦσι καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσι.
25 “They shall not defile themselves by coming near a dead person. Only for father or mother, for son or daughter, for brother or unmarried sister may they defile themselves.
25 καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, ἀλλ' ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφῷ καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ, ἣ οὐ γέγονεν ἀνδρί, μιανθήσεται.
26 After he is cleansed, they shall count seven days for him.
26 καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμηθήσῃ αὐτῷ·
27 And on the day that he goes to the sanctuary to minister in the sanctuary, he must offer his sin offering in the inner court,” says the Lord GOD.
27 καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμόν, λέγει Κύριος ὁ Θεός.
28 “It shall be, in regard to their inheritance, that I am their inheritance. You shall give them no possession in Israel, for I am their possession.
28 καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς Ἰσραήλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν.
29 They shall eat the grain offering, the sin offering, and the trespass offering; every dedicated thing in Israel shall be theirs.
29 καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὗτοι φάγονται, καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ἰσραὴλ αὐτοῖς ἔσται·
30 The best of all firstfruits of any kind, and every sacrifice of any kind from all your sacrifices, shall be the priest’s; also you shall give to the priest the first of your ground meal, to cause a blessing to rest on your house.
30 ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογεννήματα ὑμῶν δώσετε τῷ ἱερεῖ τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν.
31 The priests shall not eat anything, bird or beast, that died naturally or was torn by wild beasts.
31 καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν καὶ ἐκ τῶν κτηνῶν οὐ φάγονται οἱ ἱερεῖς.
NKJV translation