en
Old Testament
1 Then he brought me out into the outer court, by the way toward the north; and he brought me into the chamber which was opposite the separating courtyard, and which was opposite the building toward the north.
1 ΚΑΙ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατά ἀνατολὰς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέ με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν,
2 Facing the length, which was one hundred cubits (the width was fifty cubits), was the north door.
2 ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν καὶ τὸ πλάτος πεντήκοντα πηχῶν,
3 Opposite the inner court of twenty cubits, and opposite the pavement of the outer court, was gallery against gallery in three stories.
3 διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί.
4 In front of the chambers, toward the inside, was a walk ten cubits wide, at a distance of one cubit; and their doors faced north.
4 καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος· καὶ τὰ θυρώματα αὐτῶν πρὸς βορρᾶν.
5 Now the upper chambers were shorter, because the galleries took away space from them more than from the lower and middle stories of the building.
5 καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως, ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα
6 For they were in three stories and did not have pillars like the pillars of the courts; therefore the upper level was shortened more than the lower and middle levels from the ground up.
6 καὶ οὕτως στοαί· διότι τριπλαῖ ἦσαν καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στῦλοι τῶν ἐξωτέρων, διὰ τοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς.
7 And a wall which was outside ran parallel to the chambers, at the front of the chambers, toward the outer court; its length was fifty cubits.
7 καὶ φῶς ἔξωθεν ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν, μῆκος πηχῶν πεντήκοντα·
8 The length of the chambers toward the outer court was fifty cubits, whereas that facing the temple was one hundred cubits.
8 ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν ἦν πηχῶν πεντήκοντα, καὶ αὐταί εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν.
9 At the lower chambers was the entrance on the east side, as one goes into them from the outer court.
9 καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι' αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας
10 Also there were chambers in the thickness of the wall of the court toward the east, opposite the separating courtyard and opposite the building.
10 κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου. καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον τοῦ νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος ἐξέδραι,
11 There was a walk in front of them also, and their appearance was like the chambers which were toward the north; they were as long and as wide as the others, and all their exits and entrances were according to plan.
11 καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς βορρᾶν καὶ κατὰ τὸ μῆκος αὐτῶν καὶ κατὰ τὸ εὖρος αὐτῶν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν καὶ κατὰ τά φῶτα αὐτῶν καὶ κατὰ τὰ θυρώματα αὐτῶν
12 And corresponding to the doors of the chambers that were facing south, as one enters them, there was a door in front of the walk, the way directly in front of the wall toward the east.
12 τῶν ἐξεδρῶν τῶν πρὸς νότον καὶ κατὰ τὰ θυρώματα ἀπ' ἀρχῆς τοῦ περιπάτου ὡς ἐπὶ φῶς διαστήματος καλάμου καὶ κατὰ ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι' αὐτῶν. ~
13 Then he said to me, “The north chambers and the south chambers, which are opposite the separating courtyard, are the holy chambers where the priests who approach the LORD shall eat the most holy offerings. There they shall lay the most holy offerings— the grain offering, the sin offering, and the trespass offering—for the place is holy.
13 Καὶ εἶπε πρός με· αἱ ἐξέδραι αἱ πρὸς βορρᾶν, καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον αἱ οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες πρὸς Κύριον τὰ ἅγια τῶν ἁγίων· καὶ ἐκεῖ θήσουσι τὰ ἅγια τῶν ἁγίων καὶ τὴν θυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος.
14 When the priests enter them, they shall not go out of the holy chamber into the outer court; but there they shall leave their garments in which they minister, for they are holy. They shall put on other garments; then they may approach that which is for the people.”
14 οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων· οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διαπαντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστι· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ. ~
15 Now when he had finished measuring the inner temple, he brought me out through the gateway that faces toward the east, and measured it all around.
15 Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν. καὶ ἐξήγαγέ με καθ' ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολὰς καὶ διεμέτρησε τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει.
16 He measured the east side with the measuring rod, five hundred rods by the measuring rod all around.
16 καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ διεμέτρησε πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου·
17 He measured the north side, five hundred rods by the measuring rod all around.
17 καὶ ἐπέστρεψε πρὸς βορρᾶν καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον τοῦ βορρᾶ πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου·
18 He measured the south side, five hundred rods by the measuring rod.
18 καὶ ἐπέστρεψε πρὸς θάλασσαν καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον τῆς θαλάσσης πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.
19 He came around to the west side and measured five hundred rods by the measuring rod.
19 καὶ ἐπέστρεψε πρὸς νότον καὶ διεμέτρησε κατέναντι τοῦ νότου πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου·
20 He measured it on the four sides; it had a wall all around, five hundred cubits long and five hundred wide, to separate the holy areas from the common.
20 τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου. καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτῶν κύκλῳ πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχῶν εὖρος τοῦ διαστέλλειν ἀναμέσον τῶν ἁγίων καὶ ἀναμέσον τοῦ προτειχίσματος τοῦ ἐν διατάξει τοῦ οἴκου.
NKJV translation